Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Μαθήτρια
ἔνθεος, ἐν τῇ Ἰόππῃ σεμνή,
Χριστοῦ ἐχρημάτισας, καὶ ἐν πολλοῖς οἰκτιρμοῖς,
αὐτὸν ἐθεράπευσας·
ὅθεν ὑπὸ τοῦ Πέτρου, ὡς ἠγέρθης θανοῦσα,
ἐδειξας τοῦ σοῦ βίου, Ταβιθᾶ μακαρία,
πᾶσι τὴν κεκρυμμένην, θείαν λαμπρότητα.
Κοντάκιον. Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.
Τοῖς
θεαρέστοις σου ἔργοις καὶ πράξεσι,
θεοπρεπῶς τῷ Σωτῆρι λατρεύουσα,
ἀγάπης ὑπόδειγμα πέφηνας,
ὦ Ταβιθᾶ ὡς θεόφρων μαθήτρια·
διό σου τὴν μνήμην γεραίρομεν.
Μεγαλυνάριον.
Χαίροις
θεοδόξαστε Ταβιθᾶ,
στήλη θείων ἔργων, ὡς μαθήτρια τοῦ Χριστοῦ·
ἐλεημοσύνης, πηγὴ γὰρ ἀνεδείχθης,
ἐν πόλει τῇ Ἰόππῃ, γνώμῃ θεόφρονι.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου