«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Πέμπτη 27 Οκτωβρίου 2022

Τοῦ Ἁγίου Μάρτυρος Νέστορος

 


 

 

 Κανών α', ᾨδὴ θ', τοῦ Ἁγίου Νέστορος
Ἦχος δ'
Ὅτι ἐποίησέ μοι μεγαλεῖα ΤΟ ΑΚΟΥΤΕ
Πορφύραν ἐξ αἱμάτων, βεβαμμένην σου ἱερῶν,

 φορέσας καὶ κατέχων δεξιᾷ ὥσπερ σκῆπτρον τὸν Σταυρόν, 

συμβασιλεύεις τῷ Χριστῷ, Νέστορ μακάριε.

Πέπειρος βότρυς ὤφθης, τῆς ἀμπέλου τῆς νοητῆς· 

ληνοῖς δὲ μαρτυρίου ἐκθλιβείς, κατανύξεως ἡμῖν, 

οἶνον ἀνέβλυσας πιστοῖς, Νέστορ πολύαθλε.

Χορεύων μέτ' Ἀγγέλων, πρὸ προσώπου τοῦ Ἰησοῦ, 

καὶ δόξης ἀπολαύνων τῆς αὐτοῦ, τῶν τελούντων σου πιστῶς,

 Νέστορ τὴν μνήμην τὴν σεπτήν, ἀεὶ μνημόνευε.


Θεοτοκίον
Φωτὸς ὤφθης δοχεῖον, τοῦ σκεδάσαντος τὴν ἀχλύν,

 τῆς πάλαι ἀγνωσίας ἀληθῶς, ἁγιάσματος σκηνή, 

χρυσὴ λυχνία οὐρανῶν, ὑψηλοτέρα Ἁγνή.


Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὅτι ἐποίησέ μοι, μεγαλεῖα ὁ δυνατός, 

καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ, 

εἰς γενεὰν καὶ γενεάν, τοῖς φοβουμένοις αὐτόν». 



Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Λυαίου τὴν ἀπόνοιαν, καὶ μανιώδη ἔπαρσιν, 

τῇ τοῦ Σταυροῦ δυναστείᾳ, καὶ ταῖς εὐχαῖς Δημητρίου, 

τοῦ πανενδόξου Μάρτυρος, καθεῖλες Νέστορ πρότερον, 

τὰ πάθη τροπωσάμενος, καὶ Μάρτυς ἄριστος ὤφθης,

 Χριστοῦ σοφὲ ἀθλοφόρε. 


Θεοτοκίον, Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Συνήθως τὰ ἐλέη σου, φιλάγαθε πανύμνητε, 

καὶ τοὺς πολλοὺς οἰκτιρμούς σου, δεῖξον καὶ νῦν Θεοτόκε, 

ἐκ πάσης περιστάσεως, κινδύνων τε καὶ θλίψεων, 

πάντας ἡμᾶς ἐξαίρουσα, τῆς ἀπειλῆς τοῦ σεισμοῦ τε, 

τῆς φοβερᾶς λυτρουμένη. 


Πηγή: glt.goarch.org

Δεν υπάρχουν σχόλια: