«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τετάρτη 26 Οκτωβρίου 2022

Τοῦ Ἁγίου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου


 

 

Κάθισμα τοῦ Ἁγίου. Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λογον ΤΟ ΑΚΟΥΤΕ
Εὐσεβείας τοῖς τρόποις καταπλουτῶν,

ἀσεβείας τὴν πλάνην καταβαλών, 

Μάρτυς κατεπάτησας, τῶν τυράννων τὰ θράση, 

καὶ τῷ θείῳ πόθῳ, τὸν νοῦν πυρπολούμενος, 

τῶν εἰδώλων τὴν πλάνην, εἰς χάος ἐβύθισας· 

ὅθεν ἐπαξίως, ἀμοιβὴν τῶν ἀγώνων, 

ἐδέξω τὰ θαύματα, καὶ πηγάζεις ἰάματα, 

Ἀθλοφόρε Δημήτριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, 

τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, 

τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
 

Δόξα... Ἕτερον τοῦ Ἁγίου
Βασιλεῖ τῶν αἰώνων εὐαρεστῶν, 

βασιλέως ἀνόμου πᾶσαν βουλήν, 

ἐξέκλινας Ἔνδοξε, καὶ γλυπτοῖς οὐκ ἐπέθυσας· 

διὰ τοῦτο θῦμα, σαυτὸν προσενήνοχας, 

τῷ τυθέντι Λόγῳ ἀθλήσας στερρότατα· 

ὅθεν καὶ τῇ λόγχῃ, τὴν πλευρὰν ἐξωρύχθης, 

τὰ πάθη ἰώμενος, τῶν πιστῶς προσιόντων σοι, 

Ἀθλοφόρε Δημήτριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, 

τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, 

τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.


Καὶ νῦν
... Τοῦ Σεισμοῦ
 

Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Τῆς ἐπελθούσης σου ὀργῆς ἀφορήτου,

ὅτι ἠλέησας ἡμᾶς καὶ ἐρρύσω, 

φιλανθρωπίας πέλαγος δεικνύων Χριστέ, 

νῦν εὐχαριστοῦμέν σοι, παιδευθέντες ἐκκλῖναι, 

ἀπὸ τῶν κακῶν ἡμῶν, τῶν ἡμᾶς θανατούντων· 

Ἀλλ' ἐπιβλέψας οἴκτειρον ἡμᾶς, 

ταῖς ἱκεσίαις Σωτὴρ τῆς τεκούσης σε.

 

 Πηγή: Μηναῖον Ὀκτωβρίου &  glt.goarch.org

 

 

Δεν υπάρχουν σχόλια: