«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Πέμπτη 6 Οκτωβρίου 2022

Τοῦ Ἁγίου Ἀποστόλου Θωμᾶ

 

 

 

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν τὰ παρόντα τρία Στιχηρὰ ἰδιόμελα, δευτεροῦντες τὸ πρῶτον.
Στιχηρὰ τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου
Ἦχος β'
Ἀνατολίου
Χριστῷ ἠκολούθησας, Θωμᾶ Ἀπόστολε, 

καὶ τοῦ κόσμου κατεφρόνησας καὶ τὰ τούτου διδάγματα, 

ἐν τῷ ταμείῳ σου κρύψας, ἀνεδείχθης, Ἀπόστολος· 

ὅθεν γενόμενος ἐν τοῖς ἔθνεσι, τὰς τούτων ὑπὸ τῆς πλάνης

 καὶ τῶν παθῶν σκοτισθείσας ψυχάς,

ἐντολαῖς τοῦ Σωτῆρος ἐφώτισας, 

πιστεύειν εἰς Τριάδα ὁμοούσιον.

 
Ἦχος δ'
Τῷ τῆς γνώσεως θείῳ πυρί, τὴν ψυχὴν καταυγασθείς,

ἐν πᾶσι τοῦ Δεσπότου μιμητὴς γέγονας, 

ὡς ἔννομος μαθητής, Θωμᾶ Ἀπόστολε· 

τῷ γὰρ καλάμῳ τοῦ Σταυροῦ, 

ἐκ τοῦ βυθοῦ τῆς ἀγνωσίας, 

εὐσεβῶν ψυχὰς ἐζώγρησας. 

Ὅθεν καὶ τὴν τῶν Ἰνδῶν ἐζοφωμένην διάνοιαν, 

τῷ τοῦ θείου Πνεύματος ἀγκίστρῳ ἐσαγήνευσας.

Χριστὸν τὸν Θεόν ἀεὶ δυσώπει, 

καὶ ἡμᾶς ῥυσθῆναι τῆς τοῦ ἐχθροῦ ἐζοφωμένης ὄψεως,

 καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν. 


Ἦχος δ'
Τὸν τῆς ἀλείας βυθὸν καταλιπών, 

τῷ τοῦ Σταυροῦ καλάμῳ πίστει προσέδραμες, 

καὶ ἐν αὐτῷ πάντας ἐζώγρησας, Θωμᾶ Ἀπόστολε· 

διὸ καὶ τὴν ἄχραντον πλευρὰν τοῦ Λόγου, 

τῇ χειρὶ ψηλαφήσας, τῶν πεπαρμένων ἥλων τὰς ὠτειλάς, 

τῷ δακτύλῳ κατιδεῖν κατηξίωσαι Χριστῷ τῷ Θεῷ 

ἐκτενῶς πρέσβευε ἀεί, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. 


Δοξαστικὸν
Ἦχος πλ. δ'
Τὰ θεῖα ἐποπτεύων, Χριστοῦ τῆς σοφίας,

νοητὸς ἀναδέδειξαι κρατήρ, μυστικῶς Θωμᾶ Ἀπόστολε, 

ἐν ᾧ τῶν πιστῶν αἱ ψυχαὶ εὐφραίνονται· 

τῇ γὰρ θείᾳ σαγήνῃ τοῦ Πνεύματος, 

λαοὺς ἀνείλκυσας, ἐκ βυθοῦ τῆς ἀπογνώσεως· 

ὅθεν ἐκ Σιών, ὡς ποταμὸς τῆς χάριτος ἐξῆλθες, 

τὰ σὰ ἐκβλύζων ἔνθεα δόγματα, εἰς τὴν σύμπασαν κτίσιν.

Διὸ τοῦ Χριστοῦ τὰ πάθη ἐκμιμούμενος, 

τὴν πλευρὰν ἑλογχεύθης, καὶ ἐν τῷ γνόφω εἰσδύς της ἀφθαρσίας, 

αὐτὸν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 
Θεοτοκίον
Ἦχος πλ. δ'
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, 

ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· 

Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, 

μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, 

ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. 

 

 Πηγή: Μηναῖον Ὀκτωβρίου &  glt.goarch.org

 

 

Δεν υπάρχουν σχόλια: