᾿ῼδὴ
τῶν ἀναβαθμῶν. -
ΠΡΟΣ Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ
μου.
2 Κύριε, ρῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης
δολίας.
3 τί δοθείη σοι καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν;
4 τὰ
βέλη τοῦ δυνατοῦ ἠκονημένα, σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς.
5 οἴμοι!
ὅτι ἡ παροικία μου ἐμακρύνθη, κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ.
6
πολλὰ παρῴκησεν ἡ ψυχή μου.
7 μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην
εἰρηνικός· ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν.
Ἅγιος Προφητάναξ Δαυΐδ
Πηγή: Παλαιά Διαθήκη & myriobiblos.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου