᾿ῼδὴ
τῶν ἀναβαθμῶν. -
ΗΡΑ τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά
μου.
2 ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν
γῆν.
3 μὴ δῴης εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξῃ ὁ φυλάσσων σε.
4
ἰδοὺ οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν ᾿Ισραήλ.
5 Κύριος φυλάξει
σε, Κύριος σκέπη σοι ἐπὶ χεῖρα δεξιάν σου·
6 ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει
σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα.
7 Κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ,
φυλάξει τὴν ψυχήν σου ὁ Κύριος.
8 Κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν
ἔξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
Ἅγιος Προφητάναξ Δαυΐδ
Πηγή: Παλαιά Διαθήκη & myriobiblos.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου