«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τετάρτη 9 Νοεμβρίου 2022

9η Νοεμβρίου

 
 



 

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν 

 
Τῇ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ὀνησιφόρου καὶ Πορφυρίου.
Στίχοι
Ἵπποις Ὀνησιφόρε πρὸς Θεὸν τρέχων,
Ἔχεις συνιππεύοντα καὶ τὸν ἱκέτην.
Νύσσης οὐρανίης ἐπέβητ᾿ ἐνάτῃ ὦ ἀθληταί.



Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῖς Ὁσίας Μητρὸς ἡμῶν Ματρώνης.
Στίχοι
Ζωῆς μελλούσης ἀξιοῦται Ματρῶνα,
Ὡς ἐν βίῳ ζήσασα ταύτης ἀξίως.



Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νεκταρίου Μητροπολίτου Πενταπόλεως τῆς ἐν Αἰγύπτῳ, τοῦ θαυματουργοῦ καὶ κτίτορος τῆς ἐν Αἰγίνῃ Ἱεράς Μονῆς τῆς Ἁγίας Τριάδος τῶν Μοναζουσῶν, κοιμηθέντος ὁσίως κατὰ τὸ ἔτος 1920.
Στίχοι
Νέκταρ τῆς ζωῆς τῆς αἰωνίου πίνων,
Νᾶμα Νεκτάριε ἰάσεων βλύζεις.
Ἀμφ' ἐνάτῃ Νεκταρίοιο ἐκ ῥεθέων θυμὸς ἤρθη.

 



Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Θεοκτίστης τῆς Λεσβίας.
Στίχοι
Λέσβου τὸ θρέμμα, παρθένος Θεοκτίστη,
Κτίστῃ Θεῷ πρόσεισι νύμφη παγκάλη.



Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Γυναικῶν, Εὐστολίας καὶ Σωπάτρας.
Στίχοι
Ὅλη καλὴ σὺ πρὸς Θεὸν χωρεῖς Λόγον,
Στολαῖς σταλεῖσα ψυχικαῖς Εὐστολία.
Σωπάτρα Πατρὸς Πνεύματός τε καὶ Λόγου,
Θρόνῳ παρέστη, δοῦσα γῇ τὸ σαρκίον.



Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀντωνίου.
Στίχοι
Ἀντώνιον κτείνουσι τὸν θεῖον ξύλοις,
Οἱ τὸ ξύλον τιμῶντες ὡς Θεὸν πλάνοι.



Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Χριστοφόρος καὶ Μαῦρα ξίφει τελειοῦνται.
Στίχοι
Πλάνην ἀμαυροῖ Μαῦρα καρθεῖσα ξίφει·
Χριστοῦ δὲ τμηθεὶς φῶς ὁρᾷ Χριστοφόρος.



Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος, Ἰωάννης ὁ Κολοβὸς ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ἰωάννην ἔκρυψε γῆς βραχὺς τόπος,
Ὅς, κἂν βραχὺς τὸ σῶμα, τὴν πρᾶξιν μέγας.



Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἑλλάδιος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Εἰ καὶ μετέστης, Ἑλλάδιε, τοῦ βίου,
Πίναξ ἔμεινας ἀρετῶν τοῖς ἐν βίῳ.



Ὅσιος πατὴρ ἡμῶν Συμεὼν ὁ Μεταφραστὴς ἐν εἰρήνῃ τελειοῦται.
Οἱ Ὅσιοι καὶ θεοφόροι πατέρες ἡμῶν Εὐθύμιος καὶ Νεόφυτος, οἱ κτίτορες τῆς σεβασμίας μονῆς τοῦ Δοχειαρίου, ἐν εἰρήνῃ τελειοῦνται.


Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν. 

 

 Πηγή: Μηναῖον Νοεμβρίου &  glt.goarch.org

 

 


Δεν υπάρχουν σχόλια: