Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Γαλακτίωνος καὶ Ἐπιστήμης.
Στίχοι
Ἀσυνδυάστους συζύγους κτείνει ξίφος,
Τὴν ψυχικὴν σύζευξιν ἠγαπηκότας.
Τμήθη Ἐπιστήμη Γαλακτίων τ' ἑνὶ πέμπτῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα Ἑρμᾶ, Πατρόβα, Λίνου, Γαΐου καὶ Φιλολόγου.
Στίχοι
Ἑρμᾶς, Πατρόβας καὶ Γάϊος τρεῖς ἅμα,
Ἀπόστολοι θνῄσκουσιν, οἷς τριὰς φίλη.
Καθείς, Ἰησοῦς γνώσεως θείας λίνον,
Ζωγρεῖ σε, Λῖνε, καὶ μεθιστᾷ τοῦ βίου.
Φιλόλογος φιλῶν σὲ τὸν Θεὸν Λόγον,
Πληροῖ λόγους σούς, καὶ θανὼν σύνεστί σοι.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Δομνῖνος πυρὶ τελειοῦται.
Στίχοι
Ἀνασκοπῶν πῦρ τῆς γεέννης Δομνῖνος,
Τὸ τῇ δε πῦρ ἔφριττεν οὔμενουν ὅλως.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Τιμόθεος, Θεόφιλος καὶ Θεότιμος, πυγμαῖς τελειοῦνται.
Στίχοι
Τὸν Τιμόθεον, καὶ συναθλητὰς δύω
Κτείνουσι πυγμαί, καὶ Θεὸς τιμᾷ Λόγος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Δωρόθεος, θηρίοις ἐκδοθείς, τελειοῦται.
Στίχοι
Ὁ Δωρόθεος ἐκδοθεὶς τοῖς θηρίοις,
Δῶρον προσήχθη τῷ Θεῷ προσδεκτέον.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι Εὐψύχιος καὶ Καρτέριος,τὰ αἰδοῖα τμηθέντες, τελειοῦνται.
Στίχοι
Αἰδοῖα Καρτέριος ἐκτετμημένος,
Σὺν Εὐψυχίῳ καρτεροψύχως φέρει.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Σιλβανός, εἰς μέταλλα βληθείς, τελειοῦται.
Στίχοι
Ἐν τοῖς μετάλλοις Σιλβανὸς βεβλημένος,
Λείπει μέταλλα καὶ μεταλλάττει βίον.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πάμφιλος, ξεσθεὶς καὶ φυλακισθεὶς τελειοῦται.
Στίχοι
Φρουρᾷ δαμασθείς, καὶ πρὸ τῆς φρουρᾶς ξέσει,
Διπλοῦν λάβοι Πάμφιλος εἰκότως στέφος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γρηγορίου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας, τοῦ Ὁμολογητοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Ἀγαθάγγελος ξίφει τελειοῦται.
Στίχοι
Χριστάγγελός τις ψῆφος Ἀγαθαγγέλῳ
Ἡ τῆς τελευτῆς ψῆφος ἦν ἐκ τοῦ ξίφους.
Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωνᾶ, ἀρχιεπισκόπου Νοβογοροδίας Ῥώσσου τοῦ θαυματουργοῦ.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Πηγή: Μηναῖον Νοεμβρίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου