Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων τριάκοντα τριῶν Μαρτύρων τῶν ἐν Μελιτινῇ, Ἱέρωνος καὶ τῶν λοιπῶν.
Στίχοι
Ὢ πῶς, Ἱέρων οὐδὲν ἐξ εὐτολμίας
Ἄτολμον εἶδεν, οὐδ' ἀγενὲς πρὸς ξίφος!
Διὰ ξίφους ἀνεῖλον ἄνδρας τρὶς δέκα,
Ἄνδρες πονηροί, καὶ μίαν ξυνωρίδα.
Ουδ' ἔλαθ' ἑβδομάτῃ Ἱέρων ξίφει αὐχένα τμηθείς.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Λαζάρου, τοῦ ἐν τῷ Γαλησίῳ ὄρει ἀσκήσαντος.
Στίχοι
Ἑτοίμασον τὸν κόλπον, Ἀβραὰμ Πάτερ,
Οὐχ ὑστεροῦντι Λαζάρῳ σοῦ Λαζάρου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μελασίππου, Κασίνης, καὶ Ἀντωνίου.
Στίχοι
Οὐ σάρκες ἦσαν, ἀλλ' ἄσαρκός τις φύσις.
Ὁ Μελάσιππος πρὸς ξέσεις καὶ Κασίνη.
Στὰς Ἀντώνιε, τὴν τομὴν χαίρων δέχου,
Καὶ δέξεταί σε τῆς χαρᾶς θεῖος τόπος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Αὔκτου, Ταυρίωνος, καὶ Θεσσαλονίκης.
Στίχοι
Ἐφεῦρον Αὖκτος, Ταυρίων εὐκτὸν τέλος,
Ξίφει τμηθέντες, οἷα ταῦροι Κυρίου.
Φυγὴν κατακριθεῖσα πατρῴου πέδου,
Πέδον χλόης ᾤκησε Θεσσαλονίκη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀθηνοδώρου.
Στίχοι
Ἐκ γῆς καλοῦσιν Ἀθηνόδωρον Νόες,
Πρὸς τὰς νοητὰς δωρεὰς τοῦ Κυρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀλέξανδρος ὁ ἐκ Θεσσαλονίκης, ξίφει τελειοῦται.
Στίχοι
Τῆς Θετταλῶν γῆς Ἀλέξανδρος φὺς κλάδος,
Ἀθλήσεως ἥπλωσεν ἐκτμηθεὶς κλάδους.
Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
Πηγή: Μηναῖον Νοεμβρίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου