Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς
ἥλιος ἔμψυχος, τῇ σῇ ἀθλήσει φανείς,
θεσμῷ ἔδυς φύσεως, ἀλλ’ ἀνατέλλεις ἐκ γῆς,
διὰ τῶν λειψάνων σου,
ὅλος λελαμπρυσμένος, τῇ τοῦ Πνεύματος αἴγλῃ,
ἐκλάμπων τῇ οἰκουμένῃ, ἰαμάτων ἀκτῖνας,
Γεώργιε μεγάλαθλε, πιστῶν ἡ ἀντίληψις.
Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τῇ ὑπερμάχῳ καὶ ταχείᾳ ἀντιλήψει σου
Προσπεφευγότες οἱ πιστοὶ καθικετεύομεν
Λυτρωθῆναι παρὰ σοῦ Χριστοῦ Ἀθλοφόρε,
Τῶν σκανδάλων τοῦ ἐχθροῦ τοὺς ἀνυμνοῦντάς σε
Καὶ παντοίων ἐκ κινδύνων καὶ κακώσεων,
Ἵνα κράζωμεν, χαίροις Μάρτυς Γεώργιε.
Μεγαλυνάριον.
Πλῆρες
εὐωδίας ἁγιασμοῦ,
δίκην μυροθήκης, ἐκ λαγόνων ὤφθη τῆς γῆς,
τὸ σεπτόν σου σκῆνος, Γεώργιε παμμάκαρ,
ἀρωματίζον κόσμῳ, θαυμάτων χάριτας.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου