Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ὡς
ἐδέξω τὸ φέγγος τῆς θείας χάριτος,
ἐξ αἱμάτων πορφύραν λαμπρὰν ἐφοίνιξας,
ἐναθλήσας ἀνδρικῶς Μάρτυς Πορφύριε·
ὅθεν τῆς δόξης τοῦ Χριστοῦ, κοινωνὸς ἀναδειχθείς,
ἱκέτευε Ἀθλοφόρε, ὑπὲρ τῶν πίστει τιμώντων,
τὴν μακαρίαν σου ἄθλησιν.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Προτραπεὶς
τὸ βάπτισμα Χριστοῦ ἐμπαῖξαι,
τὸν ἐχθρὸν ἐνέπαιξας, ὁμολογίᾳ ἀληθεῖ,
τῆς εὐσεβείας Πορφύριε,
καὶ μαρτυρίου, τὸν δρόμον διήνυσας.
Μεγαλυνάριον.
Αἵμασι
φοινίξας ἀθλητικοῖς,
πορφύραν ἁγίαν, ἀφθαρσίας μαρτυρικῶς,
Πορφύριε χαίρων, παρέστηκας Κυρίῳ,
ὑπὲρ ἡμῶν πρεσβεύων, τῶν εὐφημούντων σε.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου