«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τρίτη 1 Νοεμβρίου 2022

Τῶν Ἁγίων Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ

 

 

Στιχηρὰ τῶν Ἁγίων Ἀναργύρων
Ἦχος πλ. β'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Ὅλην ἀποθέμενοι, ἐν οὐρανοῖς τὴν ἐλπίδα, 

θησαυρὸν ἀσύλητον, ἑαυτοῖς οἱ Ἅγιοι ἐθησαύρισαν· 

δωρεὰν ἔλαβον, δωρεὰν διδοῦσι, τοῖς νοσοῦσι τὰ ἰάματα, 

χρυσόν ἢ ἄργυρον, εὐαγγελικῶς οὐκ ἐκτήσαντο, 

ἀνθρώποις τε καὶ κτήνεσι, τὰς εὐεργεσίας μετέδωκαν· 

ἵνα διὰ πάντων, ὑπήκοοι γενόμενοι Χριστῷ, 

ἐν παρρησίᾳ πρεσβεύωσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 


Ἦχος πλ. β'
Ὕλην ἑβδελύξαντο, τὴν ἐπὶ γῆς φθειρομένην, 

οὐρανοπολῖται δέ, ἐν σαρκὶ ὡς Ἄγγελοι ἐχρημάτισαν, 

ἡ ὁμόφρων σύσκηνος, ξυνωρὶς ὁμότροπος, τῶν Ἁγίων καὶ ὁμόψυχος. 

Διὸ τοῖς κάμνουσι, πᾶσι τὰς ἰάσεις βραβεύουσιν, 

ἀνάργυρον παρέχοντες, τὴν εὐεργεσίαν τοῖς χρῄζουσιν· 

οὓς ἐν ἐτησίοις, ὑμνήσωμεν ἀξίως ἑορταῖς, 

ἐν παρρησίᾳ πρεσβεύοντας, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 


Ἦχος πλ. β'
Ὅλην εἰσοικίσασα, ἐν ἑαυτῇ τὴν Τριάδα, δυὰς ἡ ἀοίδιμος, 

Κοσμᾶς καὶ Δαμιανὸς οἱ Θεόφρονες, ὡς κρουνοὶ βλύζουσιν,

 ἐκ πηγῆς νάματα, ζωηφόρου τῶν ἰάσεων,

 ὧν καὶ τὰ λείψανα, πάθη δι' ἁφῆς θεραπεύουσι,

 καὶ μόνα τὰ ὀνόματα, νόσους ἐκ βροτῶν ἀπελαύνουσι, 

πάντων τῶν προσφύγων, σωτήριοι τελοῦντες τῷ Χριστῷ 

ἐν παρρησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 


Δοξαστικὸν
Ἦχος πλ. β'
Ἀνατολίου
Ἀτελεύτητος ὑπάρχει τῶν Ἁγίων ἡ χάρις, 

ἣν παρὰ Χριστοῦ ἐκομίσαντο· 

 ὅθεν αὐτῶν καὶ τὰ λείψανα, ἐκ θείας δυνάμεως, 

διηνεκῶς ἐνεργοῦσι τοῖς θαύμασιν,

ὧν καὶ τὰ ὀνόματα μόνα, ἐκ πίστεως ἐπιβοώμενα, 

τῶν ἀνιάτων ἀλγηδόνων ἀπαλλάττουσι, 

δι' ὧν Κύριε καὶ ἡμᾶς, τῶν τῆς ψυχῶν καὶ σώματος

 παθῶν ἐλευθέρωσον, ὡς φιλάνθρωπος. 


Θεοτοκίον
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Γνώμῃ ὀλισθήσας τε, καὶ δουλωθεὶς τῷ τυράννῳ, 

ἀπάτῃ Θεόνυμφε, πρὸς τὴν ὑπερθαύμαστον εὐσπλαγχνίαν σου, 

καὶ θερμὴν δέησιν, Παναγία Κόρη, καταφεύγω ὁ πανάθλιος. 

Διὸ μὲ λύτρωσαι, τῶν πειρατηρίων καὶ θλίψεων, 

καὶ σῶσόν με Πανάμωμε, τῶν δαιμονικῶν ἐπιθέσεων,

 ἵνα σε δοξάζω, καὶ πόθῳ προσκυνῶ καὶ ἀνυμνῶ, 

καὶ μεγαλύνω σε Δέσποινα, τὴν ἀειμακάριστον. 

 

Πηγή: Μηναῖον Νοεμβρίου &  glt.goarch.org

 

 

Δεν υπάρχουν σχόλια: