«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τρίτη 8 Νοεμβρίου 2022

Τῆς Συνάξεως τῶν Ἀρχιστρατήγων Μιχαὴλ καὶ Γαβριήλ, καί τῶν λοιπῶν ἁγίων ἀσωμάτων καὶ οὐρανίων Ταγμάτων.


 

 

 Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ προσόμοια τρία, δευτεροῦντες τὸ πρῶτον.
Στιχηρὰ προσόμοια
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Τῶν οὐρανίων ταγμάτων ὡς προεξάρχοντα,

 καὶ τῶν ἐν γῇ ἀνθρώπων, ἰσχυρὸν σε προστάτην, 

φύλακα καὶ ῥύστην ὑμνοῦμεν πιστῶς, 

Μιχαὴλ Ἀρχιστράτηγε, 

καθικετεύοντες πάσης φθοροποιοῦ, 

ἀλγηδόνος ἡμᾶς ῥύσασθαι. 


Ἦχος α'
Ὁ ταξιάρχης τῶν ἄνω θείων Δυνάμεων, 

σήμερον συγκαλεῖται, τῶν βροτῶν τὰς χορείας, 

μίαν σὺν Ἀγγέλοις φαιδρὰν ἑορτήν, 

συγκροτῆσαι Συνάξεως, αὐτῶν τῆς θείας καὶ ἅμα ὕμνον 

Θεῷ, ἀναμέλψαι τὸν τρισάγιον. 


Ἦχος α'
Ὑπὸ τὴν σκέπην τῶν θείων ἡμᾶς πτερύγων σου, 

προσπεφευγότας πίστει, Μιχαὴλ θεῖε νόε, 

φύλαττε καὶ σκέπε ἐν βίῳ παντί, 

καὶ ἐν ὥρᾳ Ἀρχάγγελε, 

τῇ τοῦ θανάτου σὺ πάρεσο βοηθός, 

ἡμῖν πᾶσιν εὐμενέστατος. 


Δοξαστικὸν
Ἦχος πλ. α'
Ὅπου ἐπισκιάσῃ ἡ χάρις σου Ἀρχάγγελε, 

ἐκεῖθεν τοῦ διαβόλου διώκεται ἡ δύναμις· 

οὐ φέρει γὰρ τῷ φωτί σου προσμένειν, 

ὁ πεσὼν Ἑωσφόρος· 

Διὸ αἰτοῦμέν σε τὰ πυρφόρα αὐτοῦ βέλη, 

τὰ καθ' ἡμῶν κινούμενα ἀπόσβεσον,

τῇ μεσιτείᾳ σου λυτρούμενος ἡμᾶς, 

ἐκ τῶν σκανδάλων αὐτοῦ,

 ἀξιΰμνητε Μιχαὴλ Ἀρχάγγελε. 


Θεοτοκίον
Ἦχος πλ. α'
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε,

καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, 

τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον,

 τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν. 

 

Πηγή: Μηναῖον Νοεμβρίου & glt.goarch.org


Δεν υπάρχουν σχόλια: