«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).
Παρασκευή 1 Ιουνίου 2018
Πέμπτη 31 Μαΐου 2018
Τρίτη 29 Μαΐου 2018
Εἰς δόξαν τῆς Ἁγίας Τριάδος, τοῦ Μόνου Ἀληθινοῦ ΘΕΟΥ!
Ἀπολυτίκιον. Ἦχος πλ. δ΄.
Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν,
ὁ
πανσόφους τοὺς ἀλιεῖς ἀναδείξας,
καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ Ἅγιον,
καὶ δι’ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας·
Φιλάνθρωπε, δόξα σοι.
Κοντάκιον. Ἦχος πλ. δ΄.
Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε,
διεμέριζεν ἔθνη ὁ Ὕψιστος·
ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν,
εἰς
ἑνότητα πάντας ἐκάλεσε·*
καὶ συμφώνως δοξάζομεν τὸ Πανάγιον Πνεῦμα.
Μεγαλυνάριον
Ἐν πυρίναις γλώσσαις τοῖς Μαθηταῖς,
ἐν τῷ ὑπερῴῳ ὡς ὑπέσχου ἐκ τοῦ Πατρός,
ἔπεμψας Σωτήρ μου τὸ συμφυές σου Πνεῦμα,
καὶ τούτους τῆς σῆς δόξης, ῥήτορας ἔδειξας.
Πηγή: Νέος Ἐνιαύσιος Στέφανος, Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου, «Ἅγιον Ὄρος 2002» Ὕμνοι Πεντηκοσταρίου, σελ. 468-469.
________________________________________________________________________
*Ἐξήγηση: εἰς
ἑνότητα πάντας ἐκάλεσε·: ἐννοεῖ τοὺς ὁμοδόξους Ὀρθοδοξους Χριστιανοὺς.
Δευτέρα 28 Μαΐου 2018
Προσευχὴ στὴν Ἁγία Τριάδα - Ἅγιος Μαρδάριος
Δέσποτα Θεέ, Πάτερ Παντοκράτορ,
Κύριε Υἱε μονογενές, Ἰησοῦ Χριστέ,
καὶ Ἅγιον Πνεῦμα,
μία Θεότης, μία Δύναμις,
ἐλέησόν με τὸν ἁμαρτωλὸν
καὶ οἷς ἐπίστασαι κρίμασι
σῶσόν με τὸν ἀνάξιον δοῦλόν σου
ὅτι εὐλογητὸς εἶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἅγιος Μαρδάριος
Πηγή: Ἱερὰ Σύνοψις, «Ἀλ. & Ἐ. Παπαδημητρίου»,σελ. 89.
Ἡ θαυμαστή ἐμφάνιση τῆς Ἁγίας Τριάδος
Ἡ θαυμαστή ἐμφάνιση τῆς Ἁγίας Τριάδος
στὸν Ρῶσο Ἅγιο Ἀλέξανδρο τοῦ Σβίρ:
Κυριακή 27 Μαΐου 2018
Εὐαγγέλιον τῆς Κυριακῆς τῆς Πεντηκοστῆς
Πεντηκοστὴ: ἡ γεννέθλιος ἡμέρα τῆς Ὀρθοδόξου Χριστιανικῆς Ἐκκλησίας μας |
Κατὰ Ἰωάννην, ζ΄ 37-52, η΄ 12
37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς
εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξε λέγων· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ
πινέτω.
38 ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς
κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.
39 τοῦτο δὲ εἶπε περὶ τοῦ
Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ ἦν
Πνεῦμα Ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη.
40 πολλοὶ οὖν ἐκ τοῦ ὄχλου
ἀκούσαντες τὸν λόγον ἔλεγον· Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης·
41 ἄλλοι
ἔλεγον· Οὗτός ἐστιν ὁ Χριστός· οἱ δὲ ἔλεγον· Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ
Χριστὸς ἔρχεται;
42 οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυῒδ καὶ
ἀπὸ Βηθλέεμ τῆς κώμης, ὅπου ἦν Δαυῒδ, ὁ Χριστὸς ἔρχεται;
43 σχίσμα οὖν
ἐν τῷ ὄχλῳ ἐγένετο δι' αὐτόν.
44 τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν,
ἀλλ' οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας.
45 Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς
τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· Διατί οὐκ
ἠγάγετε αὐτόν;
46 ἀπεκρίθησαν οἱ ὑπηρέται· Οὐδέποτε οὕτως ἐλάλησεν
ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος.
47 ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι·
Μὴ καὶ ὑμεῖς πεπλάνησθε;
48 μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν
ἢ ἐκ τῶν Φαρισαίων;
49 ἀλλ’ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον
ἐπικατάρατοί εἰσι!
50 λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν νυκτὸς πρὸς
αὐτὸν, εἷς ὢν ἐξ αὐτῶν·
51 Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ
ἀκούσῃ παρ' αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ;
52 ἀπεκρίθησαν καὶ εἶπον
αὐτῷ· Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ
τῆς Γαλιλαίας οὐκ ἐγήγερται.
η΄12 Πάλιν οὖν
αὐτοῖς ὁ Ἰησοῦς ἐλάλησε λέγων· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν
ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς.
Πηγή: Καινὴ Διαθήκη, σελ. 404-406 & 407 & myriobiblos.gr
Σάββατο 26 Μαΐου 2018
Ἡ ψυχὴ εἶναι πολυτιμότερη - Ἅγιος Συμεών ὁ Νέος Θεολόγος
Ὅσο ἡ ψυχὴ εἶναι πολυτιμότερη ἀπὸ τὸ σῶμα, τόσο ὁ λογικὸς ἄνθρωπος εἶναι ἀνώτερος ἀπὸ ὅλη τὴν κτίση.
Μὴ βλέπεις λοιπόν, ἄνθρωπε, τὰ μεγέθη τῶν κτισμάτων καὶ τὰ νομίζεις πιὸ πολύτιμα ἀπὸ σένα.
Ἀλλὰ βλέποντας τὴ χάρη ποὺ σοῦ δόθηκε καὶ κατανοώντας τὴν ἀξία τῆς νοερῆς καὶ λογικῆς ψυχῆς σου, νὰ ἀνυμνεῖς τὸν Θεὸ ποὺ σὲ τίμησε παραπάνω ἀπὸ ὅλα τὰ ὁρατά.
Ἅγιος Συμεὼν ὁ Νέος Θεολόγος
Πηγή: Φιλοκαλία, «Περιβόλι τῆς Παναγίας», Τόμος Δ΄, σελ. 32.
Ἀποστολικὸ Ἀνάγνωσμα τῆς ἡμέρας
Ψυχοσάββατο |
A΄ Θεσσαλονικείς, δ΄ 13-17.
13 Οὐ θέλομεν δὲ ὑμᾶς
ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε καθὼς καὶ οἱ
λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα.
14 εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανε καὶ
ἀνέστη, οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ.
15
τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ
περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου οὐ μὴ φθάσωμεν τοὺς
κοιμηθέντας·
16 ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ
ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ
ἀναστήσονται πρῶτον,
17 ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν
αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ
οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.
Ἅγιος Ἀπόστολος Παῦλος
Πηγή: Καινὴ Διαθήκη, σελ. 821 & myriobiblos.gr
Εγγραφή σε:
Αναρτήσεις (Atom)