«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τρίτη 24 Δεκεμβρίου 2019

Ἐν Βηθλεὲμ γεννᾶται, ὁ τοῦ παντὸς Ποιητής

 
 
 
 Θεοτοκίον, Προεόρτιον. Ἦχος πλ. δ'. Ἀνατολίου.
 
Ἐν Βηθλεὲμ γεννᾶται, ὁ τοῦ παντὸς Ποιητής, 
καὶ τὴν Ἐδὲμ ἀνοίγει, ὁ πρὸ αἰώνων Βασιλεύς, 
ἡ φλογίνη ῥομφαία, τὰ νῶτα δίδωσιν, 
τὸ μεσότοιχον τοῦ φραγμοῦ διαλέλυται, 
αἱ οὐράνιαι δυνάμεις, σὺν τοῖς ἐπὶ γῆς ἀναμίγνυνται, 
Ἄγγελοι σὺν τοῖς ἀνθρώποις, 
κραταιὰν πανήγυριν συγκροτοῦσιν. 
Οἱ καθαροὶ τῷ καθαρῷ προσενεχθέντες, 
ἴδωμεν τὴν Παρθένον, ὡς θρόνον δόξης Χερουβικόν,
χωρήσασαν τὸν μηδαμοῦ χωρούμενον Θεόν, 
καὶ βαστάζουσαν, ὃν τὰ Χερουβὶμ μετὰ φόβου βαστάζουσιν· 
ὅπως παράσχῃ τῷ κόσμῳ τὸ μέγα ἔλεος. 
 
Πηγή: Μηναῖον Δεκεμβρίου &  glt.goarch.org