Γαβριὴλ ἐξ οὐρανοῦ,
τό Χαῖρε κράζει τῇ σεμνῇ,
ὅτι συλλήψῃ ἐν γαστρί, τόν προαιώνιον Θεόν,
τόν διά λόγου τά πέρατα συστησάμενον·
ὅθεν Μαριάμ ἀπεφθέγγετο·
Ἄνανδρός εἰμι, καὶ πῶς τέξω Υἱόν;
ἄσπορος γονὴν τίς ἑώρακε;
καὶ ἑρμηνεύων ἔλεγεν ὁ Ἄγγελος,
τῇ Θεοτόκῳ καὶ Παρθένῳ·
Ἐλεύσεταί σοι, Ἅγιον Πνεῦμα, καί
δύναμις Ὑψίστου ἐπισκιάσει σοι.
Ἀπεστάλη Γαβριήλ,
πρὸς τὴν Παρθένον καὶ ἁγνήν, καὶ
ἐμήνυσεν αὐτῇ, τήν ἀνεκλάλητον χαράν,
ὅτι ἀσπόρως συλλήψῃ καὶ οὐ φθαρήσῃ·
τέξῃ γάρ Υἱόν, τόν πρό αἰώνων Θεόν,
ὃς σώσει τόν λαόν, ἐκ τῶν πταισμάτων αὐτῶν·
καί μαρτυρεῖ ὁ πέμψας με εἰπεῖν σοι,
Εὐλογημένη τὸ Χαῖρε. Παρθένος τίκτεις, καὶ
μετὰ τόκον, πάλιν μένεις Παρθένος.
Εὐαγγελίζου γῆ χ α ρ ά ν μ ε γ ά λ η ν.
Πηγή: Μηναῖον Μαρτίου, σελ. 204