«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Δευτέρα 15 Απριλίου 2013

Τοῦ Ἁγίου Ἰωάννου τοῦ Σιναΐτου

Ὄσιε  Πάτερ,  τῆς  φωνῆς  τοῦ  Εὐαγγελίου, 

τοῦ  Κυρίου  ἀκούσας,  τὸν  Κόσμον  κατέλιπες, 

τὸν  πλοῦτον  καὶ  τὴν  δόξαν  εἰς  οὐδὲν  λογισάμενος·

ὅθεν  πᾶσιν  ἐβόας· 

Ἀγαπήσατε  τὸν  Θεὸν,  καὶ  εὑρήσετε  χάριν  αἰώνιον·

μηδὲν  προτιμήσητε  τῆς  ἀγάπης  αὐτοῦ,

ἵνα  ὅταν  ἔλθῃ  ἐν  τῇ  δόξῃ  αὐτοῦ,

εὑρήσητε  ἀνάπαυσιν,  μετὰ  πάντων  τῶν  Ἁγίων·

ὧν  ταῖς  ἱκεσίαις  Χριστὲ  φύλαξον  καὶ  σῶσον  τὰς  ψυχὰς  ἡμῶν.


Τὸν  ἐπὶ  γῆς  Ἄγγελον,  καὶ  ἐν  Οὐρανοῖς  ἄνθρωπον  Θεοῦ, 

τοῦ  κόσμου  τὴν  εὐκοσμίαν,  τὴν  τρυφὴν  τῶν  ἀγαθῶν  καὶ  τῶν  ἀρετῶν,

τῶν  Ἀσκητῶν  τὸ  καύχημα,  Ἰωάννην  τιμήσωμεν·

πεφυτευμένος  γὰρ  ἐν  τῷ  οἴκῳ  τοῦ  Θεοῦ,  ἐξήνθησε  δικαίως·

καὶ  ὡσεὶ  κέδρος  ἐν  ἐρήμῳ,  ἐπλήθυνε  τὰ  ποίμνια  Χριστοῦ,

τῶν  λογικῶν  προβάτων,  ἐν  ὀσιότητι  καὶ  δικαιοσύνῃ.


Οἶκον  Θεοῦ  ὡς  ἀληθῶς,  σαυτὸν  εἰργάσω  Πάτερ 

ταῖς  θείαις  ἀρεταῖς  σου, 

σαφῶς  κατακοσμήσας,  ὥσπερ  χρυσίον  τηλαυγές, 

πίστιν,  ἐλπίδα,  καὶ  ἀγάπην  ἀληθῆ,  θείους  θεσμοὺς  ἐκθέμενος,

ἐγκρατείᾳ  ἀσκήσας  ὡς  ἄσαρκος,  φρόνησιν,  ἀνδρείαν, 

σωφροσύνην  κτησάμενος  ταπείνωσιν,  δι'  ἧς  ἀνυψώθης·

διὸ  καὶ  ἐφωτίσθης  εὐχαῖς  ἀενάοις, 

καὶ  τοῦ  Οὐρανοῦ  κατέλαβες  τὰς  σκηνώσεις,

καθηγητὰ  Ἰωάννη  Πατήρ  ἡμῶν.

Πηγή: Τριώδιον, σελ. 272 & 275