«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Παρασκευή 19 Απριλίου 2013

Μεγάλου Κανόνος

Τν πηλν Κεραμεύς, ζωοπλαστήσας ἐνέθηκας μοι, 
 σάρκα καὶ ὀστᾶ, καὶ πνοὴν καὶ ζωήν. 
Ἀλλ' ὦ Ποιητά μου, Λυτρωτά μου, Κριτά, 
μετανοοῦντα δέξαι με.

Ἐσπίλωσα, τὸν τῆς σαρκός μου χιτῶνα,
 καὶ κατερρύπωσα, 
 τὸ κατ' εἰκόνα Σωτήρ, καὶ καθ' ὁμοίωσιν.

Ἔβρεξε Κύριος, παρὰ Κυρίου πῦρ ποτέ, 
 ἀνομίαν ὀργῶσαν, πυρπολήσας Σοδόμων·
 σὺ δὲ τὸ πῦρ ἐξέκαυσας τὸ τῆς γεέννης,
 ἐν ᾧ μέλλεις ψυχή, συγκατακέεσθαι πικρῶς.

Σὺ εἶ ὁ Ποιμὴν ὁ καλὸς· ζήτησόν με τὸν ἄρνα, 
 καὶ πλανηθέντα μὴ παρίδῃς με.  

Σὺ εἶ ὁ γλυκύς Ἰησοῦς, σὺ εἶ ὁ Πλαστουργός μου,
 ἐν σοὶ Σωτὴρ δικαιωθήσομαι.

Τριὰς Μονὰς ὁ Θεός, σῶσον ἡμᾶς ἐκ πλάνης, 
 καὶ πειρασμῶν καὶ περιστάσεων.

Χαῖρε θεοδόχε Γαστήρ· χαῖρε θρόνε Κυρίου·
χαῖρε ἡ Μήτηρ τῆς ζωῆς ἡμῶν.

ς ντιμον καὶ ὑπέρτατον θρόνον, 
ὑμνήσωμεν τοῦ Θεοῦ τὴν Μητέρα, 
 ἀπαύστως οἱ λαοὶ, τὴν μόνην μετά τόκον, 
Μητέρα καὶ Παρθένον.

Σὲ τὴν παιδοτόκον καὶ Παρθένον, 
πάσαι γεννεαὶ μακαρίζομεν, 
ὡς διὰ σοῦ λυτρωθέντες τὴς ἀρᾶς·
χαράν γὰρ ἡμῖν ἔτεκες τὸν Κύριον.  

Ἅγιος Ἀνδρέας Κρήτης  
Πηγή: Τριώδιον, σελ. 295