Μᾶρκον τὸν θεόπτην εὐφημῶν,
ἐπικαλοῦμαι τὴν χάριν τοῦ Πνεύματος,
ὅπως μοι ἐμπνεύσασα, φωτιστικῶς ἀπελάσῃ τὴν ἄγνοιαν,
καὶ τὸν θεῖον πλοῦτον, τὸν τῆς σοφίας δωρήσηται.
Σοῦ τόν θεηγόρον φωτισμῷ,
καταλαμπρύνης Σωτὴρ τῷ τῆς χάριτος,
κόσμῳ ἐξαπέστειλας, Λόγε Θεοῦ τῶν ἀγαθῶν ὡς αἴτιος,
σοῦ τὴν παρουσίαν, ἡμῖν εὐαγγελιζόμενον.
Τῷ Πέτρῳ ἑπόμενος σοφέ,
σοφῶς τὸ Εὐαγγέλιον, ὡς μαθητὴς αὐτοῦ διετύπωσας,
θεολογίας τὸ φῶς δρεψάμενος, παρ' αὐτοῦ Ἀπόστολε,
καὶ Θεοῦ τὴν ἔνσαρκον, παρουσίαν μηνύσας τρανότατα.
Εἰς ὕψος ἀνελθών, ἀρετῶν θεῖε Μᾶρκε,
ἐβρόντησας ἡμῖν, σωτηρίων δογμάτων,
μεγάλα μυστήρια, θεῖος κήρυξ γενόμενος·
ὅθεν πίστει δε, ἐκδυσωποῦμεν Παμμάκαρ,
πάσης θλίψεως, ἁμαρτιῶν καὶ κινδύνων,
ἡμᾶς ἐλευθέρωσον.
Πηγή: Μηναῖον Ἀπριλίου, σελ. 190 & 191