«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τρίτη 21 Μαΐου 2013

Τῶν Ἁγίων Ἰσαποστόλων Κωνσταντίνου καὶ Ἑλένης

Ἔδωκας φιλάνθρωπε, τῷ εὐσεβεῖ σου θεράποντι, 

Σολομῶντος τὴν φρόνησιν, Δαυΐδ τὴν πραότητα

καὶ τῶν Ἀποστόλων, τὴν ὀρθοδοξίαν, 

ὡς βασιλέων Βασιλεύς, κυριευόντων τε πάντων Κύριος·

διὸ σου τὴν φιλάνθρωπον, οἱκονομίαν δοξάζομεν, 

Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.


Πόθῳ, καὶ ἀγάπῃ τοῦ Χριστοῦ, 

κατεπειγομένη ἡ Μήτηρ,

τοῦ γλυκυτάτου βλαστοῦ, 

σπεύδουσα ἀφίκετο ἐν τῇ ἁγί Σιών, 

εἰς τὸν τόπον τὸν ἅγιον, ἐν ᾧ ἐσταυρώθη, 

θέλων ὁ Σωτὴρ ἡμῶν, διὰ τὸ σῶσαι ἡμᾶς·  

ἔνθα, τὸν Σταυρὸν ἀραμένη, χαίρουσα ἐκραύγαζε·  

Δόξα, τῷ δωρησαμένῳ μοι ὃν ἥλπιζον.


Σέλας φαεινότατον, κομήτης ἐσπερώτατος, 

ἐξ ἀπιστίας εἰς πίστιν θεότητος μετοχετευθείς, 

ἤχθης ἁγιάσαι λαὸν καὶ πόλιν·  

καὶ τύπον Σταυροῦ ἐν οὐρανῷ κατοπτεύσας, 

ἤκουσας ἐκεῖθεν·

Ἐν τούτῳ νίκα τοὺς ἐχθρούς σου.

Ὅθεν δεξάμενος τὴν γνῶσιν τοῦ Πνεύματος, 

Ἱερεύς τε χρισθεὶς καὶ Βασιλεύς, ἐλαίῳ ἐστήριξας 

τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ὀρθοδόξων Βασιλέων πατήρ, 

οὗ καὶ ἡ λάρναξ ἰάσεις βρύει. 

Κωνσταντῖνε ἰσαπόστολε, 

πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
 
Πηγή: Μηναῖον Μαΐου, σελ. 175 & 179