Εὐαγγέλιον κατά Ἰωάννην
ε' 1-15
2 ἔστι δὲ ἐν τοῖς
῾Ιεροσολύμοις ἐπὶ τῇ προβατικῇ
κολυμβήθρᾳ, ἡ ἐπιλεγομένη ἑβραϊστὶ
Βηθεσδά, πέντε στοὰς ἔχουσα.
3 ἐν
ταύταις κατέκειτο πλῆθος πολὺ τῶν
ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν,
ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν.
4 ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν
ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐταράσσε τὸ
ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν
ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο ᾧ
δήποτε κατείχετο νοσήματι.
5 ἦν
δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ
ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ.
6 τοῦτον ἰδὼν ὁ ᾿Ιησοῦς κατακείμενον,
καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει,
λέγει αὐτῷ· θέλεις ὑγιὴς γενέσθαι;
7 ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· Κύριε,
ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ
τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν·
ἐν ᾧ δὲ ἔρχομαι ἐγώ, ἄλλος πρὸ ἐμοῦ
καταβαίνει.
8 λέγει αὐτῷ ὁ
᾿Ιησοῦς· ἔγειρε, ἆρον τὸν κράβαττόν
σου καὶ περιπάτει.
9 καὶ εὐθέως
ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρε
τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει.
ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.
10 ἔλεγον οὖν οἱ ᾿Ιουδαῖοι τῷ
τεθεραπευμένῳ· σάββατόν ἐστιν· οὐκ
ἔξεστί σοι ἆραι τὸν κράβαττον.
11 ἀπεκρίθη αὐτοῖς· ὁ ποιήσας με
ὑγιῆ, ἐκεῖνός μοι εἶπεν· ἆρον τὸν
κράβαττόν σου καὶ περιπάτει.
12 ἠρώτησαν οὖν αὐτόν· τίς ἐστιν
ὁ ἄνθρωπος ὁ εἰπών σοι, ἆρον τὸν
κράβαττόν σου καὶ περιπάτει;
13 ὁ
δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν· ὁ γὰρ
᾿Ιησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν
τῷ τόπῳ.
14 μετὰ ταῦτα εὑρίσκει
αὐτὸν ὁ ᾿Ιησοῦς ἐν τῷ ἱερῷ καὶ
εἶπεν αὐτῷ· ἴδε ὑγιὴς γέγονας·
μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί
τι γένηται.
15 ἀπῆλθεν ὁ ἄνθρωπος
καὶ ἀνήγγειλε τοῖς ᾿Ιουδαίοις ὅτι
᾿Ιησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ.
Πηγή: Καινή Διαθήκη, σελ. 386
Τριανταοκτώ ἔτη ἕνας παράλυτος δὲν εἶχε ἄνθρωπο
νὰ τὸν βάλει στὴν κολυμβήθρα γιὰ νὰ γιατρευτεῖ.
Μία φορὰ τὸ χρόνο κατέβαινε ἄγγελος Κυρίου,
τάρασσε τὸ ὕδωρ καὶ θεραπεύονταν ὅποιος ἔμπαινε πρῶτος.
Ὁ Ἰησοῦς Χριστός, ἀγαπητοὶ ἀδελφοί, εἶναι ὁ τέλειος Ἰατρός
τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.
Θεραπεύει ὅλους τοὺς ἄνθρωπους, ἀρκεῖ νὰ ἔλθουν κοντά Του.
Κι ἄν δὲν μποροῦν, πηγαίνει ὁ Ἴδιος, ἀρκεῖ νὰ Τὸν θέλουν!
Ἡ παντοδυναμία Του φαίνεται ἄλλη μιὰ φορά. Ποιός παράλυτος
θὰ μποροῦσε νὰ περπατήσει καὶ νὰ κουβαλήσει καὶ τὸ κρεββάτι του;
Ἀλλὰ ἡ ἀσθένεια ἦταν ἀποτέλεσμα τῆς ἁμαρτίας γι' αὐτὸ τοῦ εἶπε:
ἴδε ὑγιὴς γέγονας·
μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί
τι γένηται.
δηλαδή: Ἰδου τώρα ἔχεις γίνει ὑγιής. Πρόσεξε λοιπὸν
νὰ μὴ ἁμαρτάνῃς πλέον, διὰ νὰ μὴ σοῦ συμβῇ τίποτε χειρότερον
ἀπὸ τὴν ἀσθένεια ποὺ εἶχες, καὶ ἡ ὁποία σοῦ συνέβη ἐξ ἁμαρτιῶν σου.
Οἱ ἁμαρτίες μᾶς χωρίζουν ἀπό τὸν Θεὸ κι ἀπὸ τὸν Παράδεισο,
ἐνῶ οἱ ἀρετές, ποὺ εἶναι σὲ ὅλους δοσμένες ἀπὸ τὸν Θεό
ἀλλὰ χρειάζεται νὰ τὶς καλλιεργήσουμε,
ὡφελοῦν καὶ προσελκύουν τὴν χάρη τοῦ Θεοῦ.
ἀλλὰ χρειάζεται νὰ τὶς καλλιεργήσουμε,
ὡφελοῦν καὶ προσελκύουν τὴν χάρη τοῦ Θεοῦ.