Ἐν τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπε·
ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν,
σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων δωρούμενος,
ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τὸν μόνον ἀναμάρτητον.
Ἐλέησον ἡμᾶς.
Πύλας ᾍδου συνέτριψας Κύριε, καὶ τῷ σῷ θανάτῳ
τοῦ θανάτου τὸ βασίλειον ἔλυσας·
γένος δὲ τὸ ἄνθρώπινον ἐκ φθορᾶς ἠλευθέρωσας,
ζωὴν καὶ ἀφθαρσίαν τῷ κόσμῳ δωρησάμενος,
καὶ τὸ μέγα ἔλεος.
Ἁγίου Ἀθανασίου τοῦ μεγάλου, Πατριάρχου Ἀλεξανδρείας
Χαίροις Πατριαρχῶν ἡ κρηπίς, σάλπιγξ ἡ εὔηχος,
ὁ νοῦς ὁ περίβλεπτος, ἡ γλῶσσα ἡ ὀξυτάτη,
ὁ διαυγὴς ὀφθαλμός, τῶν ὀρθῶν δογμάτων ἡ σαφήνεια·
ποιμὴν ἀληθέστατος, ὁ λαμπτὴρ ὁ φανότατος·
πέλεκυς κόπτων, ὕλην πᾶσαν αἱρέσεων,
καταφλέγων τε, τῷ πυρὶ τῷ τοῦ Πνεύματος·
στῦλος ὁ ἀπερίτρεπτος. ὁ πύργος ὁ ἄσειστος·
ὁ τῆς Τριάδος κηρύξας, τὴν ὑπερούσιον δύναμιν,
τρανῶς· ἣν δυσώπει,
ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
τρανῶς· ἣν δυσώπει,
ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Θείοις δόγμασιν ὀρθοδοξίας,
Πάτερ ὥπλισας τὴν Ἐκκλησίαν·
ταῖς διδαχαῖς σου τὰς αἱρέσεις ἐξέτεμες·
τῆς εὐσεβείας τὸν δρόμον τετέλεκας,
καὶ ὡς ὁ Παῦλος τὴν πίστιν τετήρηκας·
λοιπὸν ἀπόκειται, καὶ σοὶ παναοίδιμε,
ὁ δίκαιος τῶν πόνων σου στέφανος.
Ἁγίων Ραφαήλ, Νικολάου καὶ Εἰρήνης
Προστάται ἡμῶν, ἀρτίως ἀνεδείχθητε,
καὶ πᾶσι πιστοῖς, φαινόμενοι παρέχετε,
παραδόξοις ὄψεσι, τὰ αἰτήματα Ἅγιοι πάντοτε·
διὰ τοῦτο ὑμνοῦμεν ὑμᾶς,
σοφὲ Ραφαὴλ τε καὶ Νικόλαε.
σοφὲ Ραφαὴλ τε καὶ Νικόλαε.
Εἶδόν σε πολλοί, καὶ χαρᾶς πολλῆς ἐπλήσθησαν·
χαροποίησον οὖν Πάτερ καὶ ἡμῶν,
τὴν ζωὴν λελυπημένην πικραῖς θλίψεσι.
Χαίροις τῆς Ἰθάκης θεῖος βλαστός,
Ραφαὴλ τρισμάκαρ, καὶ τῆς Λέσβου ὁ ἀρωγός·
χαίροις Διακόνων, Νικόλαε λαμπρότης·
χαῖρε σεμνή Εἰρήνη, Χριστοῦ ὀσφράδιον.
Πηγές: Πεντηκοστάριον, σελ.13 & 14
Μηναῖον Μαΐου, σελ.14 & 15
Παρακλητικός Κανών Ἁγίων Ραφαήλ Νικολάου καὶ Εἰρήνης, σελ. 24,25 & 36