Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε.
Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος·
αὐτὸς ἡμᾶς εὐηγγελίσατο, εἰπών·
Χριστός ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτήρ τοῦ κόσμου,
καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας.
Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε.
Ἄγγελος μὲν τό, Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε,
τῇ Κεχαριτωμένῃ ἐκόμισεν.
Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος,
ἐν τῇ σῇ Ἀναστάσει ἐκύλισεν·
ὁ μέν, ἀντί τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων·
ὁ δέ, ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν·
Διὸ βοῶμέν σοι· Εὐεργέτα τῶν ἀπάντων, Κύριε δόξα σοι.
Ὡς γενναῖον ἐν Μάρτυσιν, ἀθλοφόρε Γεώργιε,
συνελθόντες σήμερον, εὐφημοῦμέν σε·
ὅτι τὸν δρόμον τετέλεκας, τὴν πίστιν τετήρηκας,
καὶ ἐδέξω ἐκ Θεοῦ, τὸν τῆς νίκης σου στέφανον·
ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι,
τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Τῷ τῆς πίστεως θώρακι, καὶ ἀσπίδι τῆς χάριτος,
καὶ Σταυροῦ τῷ δόρατι, συμφραξάμενος,
τοῖς ἐναντίοις ἀνάλωτος, ἐγένου Γεώργιε·
καὶ Σταυροῦ τῷ δόρατι, συμφραξάμενος,
τοῖς ἐναντίοις ἀνάλωτος, ἐγένου Γεώργιε·
καὶ ὡς θεῖος ἀριστεὺς, τῶν δαιμόνων τὰς φάλαγγας,
τροπωσάμενος, σὺν Ἀγγέλοις χορεύεις·
τοὺς πιστοὺς δέ, περιέπων ἁγιάζεις,
καὶ διασῴζεις καλούμενος.
τοὺς πιστοὺς δέ, περιέπων ἁγιάζεις,
καὶ διασῴζεις καλούμενος.
Ἀξίως τοῦ ὀνόματος, ἐπολιτεύσω στρατιῶτα Γεώργιε·
τὸν σταυρὸν γὰρ τοῦ Χριστοῦ, ἐπ' ὤμων ἀράμενος,
τὴν ἐκ διαβολικῆς πλάνης χερσωθεῖσαν γῆν ἐκαλλιέργησας,
καὶ τὴν ἀκανθώδη θρησκείαν τῶν εἰδώλων ἐκριζώσας,
τῆς Ὀρθοδόξου Πίστεως κλῆμα κατεφύτευσας·
ὅθεν βλυστάνεις ἰάματα, τοῖς ἐν πάσῃ τῇ οἰκουμένῃ πιστοῖς,
καὶ Τριάδος γεωργός, δίκαιος ἀνεδείχθης.
Πρέσβευε δεόμεθα, ὑπὲρ εἰρήνης τοῦ κόσμου,
καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Πηγές: Πεντηκοστάριον, σελ. 11
Μηναῖον Ἀπριλίου, σελ. 165 & 166