«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τετάρτη 8 Μαΐου 2013

Τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου

Τὸν υἱὸν τῆς βροντῆς, τὸν θεμέλιον τῶν θείων λόγων,
τὸν ἀρχηγὸν τῆς θεολογίας, καὶ κήρυκα πρώτιστον, 
τῆς ἀληθοῦς δογμάτων Θεοῦ σοφίας,
τὸν ἡγαπημένον Ἰωάννην καὶ παρθένον, 
μερόπων γένος κατὰ χρέος εὐφημήσωμεν.
Οὗτος γὰρ ἄληκτον ἔχων τὸ θεῖον ἐν ἑαυτῷ, 
τό, Ἐν ἀρχῇ μὲν ἔφησε τοῦ Λόγου·
αὖθις δέ, τὸ πρὸς τὸν Πατέρα ἀχώριστον, 
καὶ τὸ σον μετὰ ταῦτα τῆς τοῦ Πατρὸς οὐσίας, 
δεικνύων ἡμῖν δι' αὐτοῦ, τὴν ὀρθοδοξίαν τῆς Ἁγίας Τριάδος,
δημιουργόν τε ὄντα σὺν τῷ Πατρί, καὶ ζωὴν φέροντα, 
καὶ φῶς ἀληθινόν, τὸν αὐτὸν ἔδειξεν ἡμῖν.
Ὢ θαύματος ἐκστατικοῦ, καὶ πράγματος σοφιστικοῦ!
ὅτι πλήρης ὢν τῆς ἀγάπης, πλήρης γέγονε καὶ τῆς θεολογίας,
δόξῃ καὶ τιμὴ καὶ πίστει, θέμεθλος ὑπάρχων,
τς ἀκραιφνοῦς ἡμῶν πίστεως·
δι' ἦς τύχοιμεν τῶν αἰωνίων ἀγαθῶν,
ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως. 

Τὴν τῶν Ἀποστόλων ἀκρότητα, 
τῆς θεολογίας τὴν σάλπιγγα,
τὸν πνευματικόν στρατηγόν, 
τὸν τὴν οἰκουμένην Θε καθυποτάξαντα, 
δεῦτε οἱ πιστοὶ μακαρίσωμεν, Ἰωάννην τὸν ἀοίδιμον,
ἐκ γῆς μεθιστάμενον, καὶ γῆς οὐκ ἀφιστάμενον,
ἀλλὰ ζῶντα καὶ μένοντα,
τὴν φοβερὰν τοῦ Δεσπότου δευτέραν ἔλευσιν,
εἰς ἢν ἀκατακρίτως ὑπαντῆσαι ἡμᾶς, 
αἴτησαι φίλε μυστικέ, Χριστοῦ ἐπιστήθιε, 
τοὺςἐκ πόθου τελοῦντας τὴν μνήμην σου. 

Τὴν μνήμην τιμήσωμεν, τοῦ Ἀποστόλου πιστοί·
ἐπέστη γὰρ σήμερον, πᾶσι τοῖς πέρασι, 
φωτίζουσα παντας. 
Οὗτος γὰρ τοῦ Κυρίου, ἀληθς Θεολόγος, 
καὶ ἐν Εὐαγγελίῳ, ἀναδέδεικται φίλος·
διὸ καὶ τοῖς τιμσιν αὐτόν, βρύει ἰάματα.  

 Πηγή: Μηναῖον Μαΐου, σελ. 76,78 & 79