«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Παρασκευή 28 Ιουνίου 2013

Τί ἐστιν Ἐκκλησία; Τὶς ὁ σκοπός τῆς Ἐκκλησίας; - Ἅγιος Νεκτάριος

α) Ἐκκλησία ἐστὶ τὸ θεῖον θρησκευτικὸν σύστημα

τὸ ἱδρυθὲν ὑπὸ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ

 ἐγκαινισθὲν διὰ τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου Πνεύματος

κατὰ τὴν ἡμέραν τῆς Ἁγίας Πεντηκοστῆς

ἐν τῷ συνόλῳ τῶν ἀληθειῶν, τῶν θεσμῶν,

τῶν μυστηρίων καὶ τῶν ἐντολῶν αὐτοῦ.


β) Ἐπίσης λέγεται Ἐκκλησία τὸ σύστημα τῶν πιστῶν

 τὸ ἐποικοδομηθὲν ἐπὶ τῷ θεμελίῳ τῶν Ἀποστόλων καὶ Προφητῶν, 

ὄντος ἀκρογωνιαίου Αὐτοῦ τοῦ Ἰησοῦ Χριστοῦ. 

Ὡσαύτως ἐκκλησία λέγεται κατὰ συνεκδοχὴν 

καὶ ὁ ναὸς τοῦ Θεοῦ, ἐν ᾦ ἡ λατρεία καὶ τὰ μυστήρια τῆς Κ.Δ. 

ἐκτελοῦνται καὶ τὸ σύστημα τῶν πιστῶν συναθροιζόμενον 

λατρεύει Θεὸν τρισυπόστατον.   


Σκοπὸς τῆς Ἐκκλησίας ἐστίν ἡ σωτηρία τοῦ γένους τῶν ἀνθρώπων 

καὶ ἡ ἴδρυσις βασιλείας τοῦ Θεοῦ ἐπὶ τῆς γῆς ἤτοι

 ἐπικοινωνίας Θεοῦ πρὸς ἀνθρώπους καὶ

 ἡ ἀποκατάστασις τῆς ἀγάπης, εἰρήνης καὶ ἐλευθερίας, 

ἐν ᾗ νὰ βασιλεύῃ ὁ ἐπιφανεὶς Θεός, καὶ

 καθιστᾷ ἄπαυστον τὴν κοινωνίαν τοῦ ἀνθρώπου πρὸς τὸν Θεόν, 

καθαρίζουσα ἀπὸ τῆς ἁμαρτίας τὸν παλαιὸν ἄνθρωπον

καὶ ἀνακαινίζουσα αὐτὸν κατ' εἰκόνα τοῦ κτίσαντος αὐτὸν

διὰ τῆς χάριτος τοῦ Ἁγίου Πνεύματος.

Ἅγιος Νεκτάριος 

Πηγή: Ὀρθόδοξος Ἱερά Κατήχησις, 
Ἁγίου Νεκταρίου, σελ. 24