«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Σάββατο 29 Ιουνίου 2013

Τῆς ἀποδόσεως τῆς Πεντηκοστῆς καὶ τῶν Πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παῦλου

Πάντα χορηγεῖ τὸ Πνεῦμα τὸ Ἅγιον·
βρύει προφητείας, ἱερέας τελειοῖ, 
ἀγραμμάτους σοφίαν ἐδίδαξεν, 
ἁλιεῖς θεολόγους ἀνέδειξεν, 
ὄλον συγκροτεῖ τὸν θεσμὸν τῆς Ἐκκλησίας.
Ὁμοούσιε καὶ ὁμόθρονε, 
τῷ Πατρὶ καὶ τῷ Υἱῷ, Παράκλητε δόξα σοι. 

Τῶν Ἀποστόλων ἅπαντες, 
τὴν κορυφὴν ὑμνήσωμεν, 
Πέτρον καὶ Παῦλον τοὺς θείους, 
τῆς οἰκουμένης φωστῆρας, 
τοὺς κήρυκας τῆς πίστεως, 
τὰς θεολόγους σάλπιγγας, 
δογμάτων τοὺς ἐκφάντορας, 
τῆς Ἐκκλησίας τοὺς στύλους, 
καὶ καθαιρέτας τὴς πλάνης.

Ἡ πάνσεπτος τῶν Ἀποστόλων, ἐπεδήμησεν ἑορτή, 
τῇ Ἐκκλησίᾳ Χριστοῦ, προξενοῦσα σωτηρίαν ἡμῖν·
 μυστικῶς οὖν κροτήσαντες τούτοις προσείπωμεν·
 Χαίρετε φωστῆρες τῶν ἐν σκότει, 
τοῦ ἡλίου ἀκτῖνες ὑπάρχοντες. 
Χαίρετε Πέτρε καὶ Παῦλε, 
δογμάτων τῶν θείων θεμέλιοι ἀρραγεῖς, 
φίλοι τοῦ Χριστοῦ, σκεύη τίμια. 
Πάρεστε μέσον ἡμῶν ἀοράτως, 
καταξιοῦντες δωρεῶν ἀΰλων, 
τοὺς τὴν ἡμῶν ἑορτήν, εὐφημοῦντας ᾄσμασι.

Πηγή: Πεντηκοστάριον, σελ. 217
Μηναῖον Ἰουνίου, σελ. 207 & 208