Δόξα. Ἦχος γ' .
Ἀποστολικῶν παραδόσεων, ἀκριβεῖς φύλακες γεγόνατε,
Ἅγιοι Πατέρες· τῆς γὰρ Ἁγίας Τριάδος τὸ ὁμοούσιον,
ὁρθοδόξως δογματίσαντες,
Ἀρείου τὸ βλάσφημον συνοδικῶς κατεβάλετε.
Μεθ' ὃν καὶ Μακεδόνιον πνευματομάχον ἀπελέγξαντες,
κατεκρίνατε Νεστόριον, Εὐτυχέα καὶ Διόσκορον,
Σαβέλλιόν τε, καὶ Σεβῆρον τὸν Ἀκέφαλον.
Ὦν τῆς πλάνης αἰτήσασθε ρυσθέντας ἡμᾶς,
ἀκηλίδωτον ἡμῶν τὸν βίον, διατηρεῖν ἐν τῇ πίστει δεόμεθα.
Ἦχος πλ. β' .
Ὅλην συλλεξάμενοι, ποιμαντικὴν ἐπιστήμην,
καὶ θυμὸν κινήσαντες, νῦν τὸν δικαιότατον ἐνδικώτατα,
τοὺς βαρεῖς ἤλασαν, καὶ λοιμώδεις λύκους,
τῇ σφενδόνῃ τῇ τοῦ Πνεύματος, ἐκσφενδονήσαντες,
τοῦ τῆς Ἐκκλησίας πληρώματος, πεσόντας ὡς πρὸς θάνατον,
καὶ ὡς ἀνιάτως νοσήσαντας, οἱ θεῖοι Ποιμένες,
ὡς δοῦλοι γνησιώτατοι Χριστοῦ, καὶ τοῦ ἐνθέου κηρύγματος,
μύσται ἱερώτατοι.
Δόξα. Ἦχος πλ. δ' .
Τῶν Ἁγίων Πατέρων ὁ χορός,
ἐκ τῶν τῆς οἰκουμένης περάτων συνδραμών,
Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος Ἁγίου,
μίαν οὐσίαν ἐδογμάτισε καὶ φύσιν,
καὶ τὸ μυστήριον τῆς θεολογίας,
τρανῶς παρέδωκε τῇ Ἐκκλησίᾳ·
οὓς εὐφημοῦντες ἐν πίστει, μακαρίσωμεν λέγοντες·
Ὦ θεία παρεμβολή, θεηγόροι ὁπλῖται,
παρατάξεως Κυρίου·
ἀστέρες πολύφωτοι τοῦ νοητοῦ στερεώματος·
τῆς μυστικῆς Σιὼν οἱ ἀκαθαίρετοι πύργοι·
τὰ μυρίπνοα ἄνθη τοῦ Παραδείσου·
τὰ πάγχρυσα στόματα τοῦ Λόγου·
Ἐκκλησίας τὸ καύχημα· οἰκουμένης ἀγλάϊσμα·
ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἀπολυτίκιον Ἁγίου Ἀποστόλου Ἀκύλα. Ἦχος α' .
Τοῦ Παύλου μαθητής, καὶ συνέκδημος ὤφθης,
δεχθεὶς ἐν τῇ ψυχῇ, τὸν τῆς χάριτος λόγον,
Ἀκύλα Ἀπόστολε, τοῦ Σωτῆρος διάκονε·
ὅθεν ηὔγασας, τοὺς ἐν νυκτὶ τῆς ἀπάτης,
καὶ ἠγώνισαι, ὑπὲρ τῆς δόξης Κυρίου·
διὸ εὐφημοῦμέν σε.
Ἀπολυτίκιον Ὁσίου Νικοδήμου. Ἦχος γ' .
Σοφίας χάριτι, Πάτερ κοσμούμενος,
σάλπιγξ θεόφθογγος, ὤφθης τοῦ Πνεύματος,
καὶ ἀρετῶν ὑφηγητής, Νικόδημε θεηγόρε,
πᾶσι γὰρ παρέθηκας, σωτηρίας διδάγματα,
βίου καθαρότητος, διεκφαίνων τὴν ἔλλαμψιν,
τῷ πλούτῳ τῶν ἐνθέων σου λόγων,
δι' ὧν ὡς φῶς τῷ κόσμῳ ἔλαμψας.
Πηγή: Μηναῖον Ἰουλίου, σελ. 117,127
& Νέος Ἐνιαύσιος Στέφανος, σελ. 386