«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τετάρτη 17 Ιουλίου 2013

Τῆς Ἁγίας Μεγαλομάρτυρος Μαρίνης

Ἦχος πλ. δ' .
Μάρτυς Μαρῖνα πανένδοξε, τὰς οὐρανίους μονάς, 
ἐπαξίως οἰκήσασα, σὺν παρθένων τάγμασι, 
καὶ Μαρτύρων στρατεύμασι, 
τοὺς ἐκτελοῦντας πίστει τὴν μνήμην σου, 
καὶ προσιόντας πιστῶς τῇ σκέπῃ σου, 
σῷζε πρεσβείαις σου, καὶ πταισμάτων ἄφεσιν παρὰ Θεοῦ, 
αἴτησαι καὶ λύτρωσιν, καὶ μέγα ἔλεος.

Κάθισμα. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.
Μαρῖνα μάρτυς τοῦ Χριστοῦ, ἀνευφημοῦμεν σε πιστοί, 
ὅτι τὸν τύραννον ἐχθρόν, ἐν τῇ δυνάμει τοῦ Σταυροῦ,
ἐν τοῖς ποσὶ κατεπάτησας γενναιοφρόνως· 
καὶ γέγονας ἡμῖν, ἀνδρεία πίστεως, 
πᾶσαν τοῦ ἐχθροῦ, πατοῦσα δύναμιν·
καὶ οὐρανόθεν ἔλαβες τὸν στέφανον, 
τῇ κορυφῇ σου ἀοίδιμε·
Χριστὸν δυσώπει, σωθῆναι πάντας, 
τοὺς τελοῦντας τὴν μνήμην σου.

Ὁ Οἶκος. Ἦχος γ'. 
Τῷ νυμφίῳ Χριστῷ, ἔρωτι τῆς καρδίας σου
ἀπὸ βρέφους σεμνὴ πυρποληθεῖσα, ἔδραμες, 
δορκὰς ὡς διψῶσα πηγαῖς ἀειρύτοις, Παρθενομάρτυς· 
καὶ τῇ ἀθλήσει σεαυτὴν συντηρήσασα,
ἐν τῷ ἀφθάρτῳ ὅντως τοῦ Κτίστου σου,
νύμφη εὐκλεής, θαλάμω ἔφθασας ἐστολισμένη,
πεποικιλμένη, στεφανηφόρος, νικητὴς λαμπαδηφόρος,
 εὐθαλὴς ἀφθάρτου νυμφῶνος τυχοῦσα, 
καὶ δεξαμένη ὡς χρυσίον, βραβεῖα νίκης τῆς σῆς ἀθλήσεως.

Ἀπολυτίκιον. 
Ἦχος πλ. α' . Τὸν συνάναρχον Λόγον.
Μνηστευθεῖσα τῷ Λόγῳ Μαρίνα ἔνδοξε, 
τῶν ἐπιγείων τὴν σχέσιν πᾶσαν κατέλιπες, 
καὶ ἐνήθλησας λαμπρῶς ὡς καλλιπάρθενος·
τὸν γὰρ ἀόρατον ἐχθρόν, κατεπάτησας στερρῶς, 
ὀφθέντα σοι Ἀθληφόρε. 
Καὶ νῦν πηγάζεις τῷ κόσμῳ, τῶν ἰαμάτων τὰ χαρίσματα.

Πηγές: Μηναῖον Ἰουλίου, σελ. 147,151&154 
& Νέος Ἐνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ 
Μικραγιαννανίτου, σελ. 389