Ἦχος δ'.
Δῆμον προσενήνοχας τῷ Ποιητῇ διὰ πίστεως,
ἱερῶς ἐναθλήσαντα, θεόφρον Προκόπιε,
μεθ' ὧν τῶν Μαρτύρων, χοροῖς ἠριθμήθης,
καταβαλὼν τὸν δυσμενῆ, ἀνδρειοφρόνως ἀξιοθαύμαστε·
διό σε μακαρίζομεν, ὡς στρατιώτην ἀήττητον,
ὡς γενναῖον ἀδάμαντα, ὡς πίστεως πρόμαχον.
Ἦχος πλ. β' .
Ἐξέλαμψε σήμερον, ἡ ἔνδοξος μνήμη σου,
Προκόπιε πολύαθλε, συγκαλοῦσα ἡμᾶς
τοὺς φιλεόρτους, πρὸς εὐφημίαν
καὶ δόξαν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.
Ὅθεν καὶ προστρέχοντες,
ἐν τῇ σορῷ τῶν λειψάνων σου,
ἰαμάτων χαρίσματα λαμβάνομεν·
καὶ τὸν σὲ στεφανώσαντα Σωτῆρα Χριστόν,
ἀνυμνοῦμεν εἰς αἰῶνας,
ἀκαταπαύστως δοξάζοντες.
Ἦχος δ'.
Στρατηγὸς ὡς ἀήττητος, τῷ Σταυρῷ ὁπλισάμενος,
ταῖς ροαῖς τοῦ αἵματος πᾶσαν δύναμιν,
τῶν ἐναντίων ἐβύθισας, καὶ ὅμβρους ἀνέβλυσας,
ἰαμάτων δαψιλῶς, ἐκ πηγῶν ἀρυόμενος,
ἀξιάγαστε, τοῦ Σωτῆρος καὶ πάντας καταρδεύων
τοὺς φλογμῷ τῶν παθημάτων, συνεχομένους Θεόπνευστε.
Ἀπολυτίκιον. Ἦχος δ'.
Ὁ μάρτυς σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ
τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν·
ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν,
ἔθραυσε καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση.
Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός,
σῶσον τὰς ψυχὰς ἡμῶν.
Πηγή: Μηναῖον Ἰουλίου, σελ. 65 & 66