«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Πέμπτη 1 Αυγούστου 2013

1η Αὐγούστου - Καλό μήνα

Ἡ πρόοδος τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· καὶ μνήμη τῶν Ἁγίων ἐπτὰ Παίδων, τῶν Μακκαβαίων, καὶ τῆς μητρὸς αὐτῶν Σολομονῆς· καὶ τοῦ διδασκάλου αὐτῶν Ἐλεαζάρου· καὶ τῆς ὀσιομάρτυρος Ἐλέσης.


Δόξα. Ἦχος πλ. δ' . Ἰωάννου Μοναχοῦ.
Οἱ Ἅγιοι Μακκαβαίοι τῷ τυράνῷ ἔλεγον· 
Ἡμῖν ὧ Ἀντίοχε, εἶς Βασιλεὺς ὁ Θεός, 
παρ' οὗ γεγόναμεν, καὶ πρὸς ὅν ἐπιστρέφομεν.
Κόσμος μένει ἄλλος ἡμῖν, τοῦ ὁρώμενος 
ὑψηλότερος καὶ μονιμώτερος·
πατρὶς δὲ ἡμῶν Ἱερουσαλήμ, 
ἡ κραταιὰ καὶ ἀνώλεθρος·
πανήγυρις δέ, ἡ μετὰ Ἀγγέλων διαγωγή.
Κύριε, πρεσβείες αὐτῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.


Καὶ νῦν. Ὁ αὐτός.
Ὀνπερ πάλαι Μωϋσῆς, προτυπώσας ἐν ἑαυτῷ, 
τὸν Ἀμαλὴκ καταβαλὼν ἐτροπώσατο·
καὶ Δαυῒδ ὁ μελωδός, ὑποπόδιόν σοι βοῶν, 
προσκυνεῖσθαι διετάξατο, 
τίμιον Σταυρόν σου Χριστὲ ὁ Θεός, 
σήμερον ἁμαρτωλοὶ προσκυνοῦμεν, 
χείλεσι ἀναξίοις, σὲ τὸν καταξιώσαντα παγῆναι 
ἐν αὐτῷ, ἀνυμνοῦντες δεόμεθα· Κύριε, 
σὺν τῷ Ληστῇ τῆς βασιλείας σου ἀξίωσον ἡμᾶς.


Τῶν Ἁγίων. Ἐν Πνεύματι προβλέπων.
Εὐφραίνου Ἐλεάζαρ, ὁρῶν τοὺς ἱερούς, 
φοιτητάς σου σήμερον, ἀθλοῦντας εὐσεβῶς,
 ὑπὲρ πατρῴων νομίμων τε προσταγμάτων, 
καὶ Ἀντιόχου τοῦ διώκτου τὴν μανίαν,
 λόγοις τοῖς σοφοῖς διελέγχοντας.

Σολομονὴ ἀγάλλου, ὁρῶσα τοὺς ἑπτά, 
κλάδους συνακμάσαντας, τοῦ νόμου τοὺς καρπούς· 
ἐξ ὧν τρυγῶσα ἡ ἄμεμπτος Ἐκκλησία,
τοὺς κληρονόμους τῆς ἐν χάριτι λατρείας, 
τρέφει καθ' ἡμέραν ὡς μήτηρ ἡμᾶς.


Ἀπολυτίκιον Ἁγίας Ὁσιομάρτυρος Ἐλέσης.
 Ἦχος δ'. Ἐπεφάνης σήμερον.
Ἐν Κυθήροις ἔλαμψας ἀμέμπτῶ βίῳ, 
καὶ λαμπρῶς ἠγώνισαι,
ὑπὲρ Χριστοῦ μαρτυρικῶς· 
ὅθεν ἀξίως δεδόξασαι, 
Ὁσιομάρτυς Ἐλέσα πανένδοξε.  

Πηγές: Μηναῖον Αὐγούστου, σελ. 9 & 14
& Νέος Ἑνιαύσιος Στέφανος, Γερασίμου 
Μοναχοῦ Μικραγιαννανίτου, σελ. 410.