«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Παρασκευή 16 Αυγούστου 2013

Τῆς ἀχειροποιήτου Εἰκόνος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ Ἁγίου Μανδηλίου

Τῆς Ἁγίας Εἰκόνος. ᾨδὴ δ'. 
Ἀπανιστάμενον, τῆς πρὸς ἀνίσχοντα, 
καὶ πρὸς τὴν ἡμετέραν τὸ ἱερόν, 
Σῶτερ ἐκμαγεῖόν σου, 
νῦν ὁ θεόφρων Βασιλεύς, 
πλησιάσαν ὑποδέχεται.

Γλυκὺ μὲν ἥλιος, αὐγάζων ὄμμασι·
γλυκυτέρα δὲ ὄψις ἡ σὴ Χριστέ, 
τοῦ ἀφομοιώματος· 
ὅτι ὁ μὲν τὰ αἰσθητά, 
αὕτη δὲ τὰ νοητὰ φωταυγεῖ.
 
Ἰσχὺς ἐξέλιπεν, Ἰσμαηλίτιδος, δεξιᾶς· 
τῷ γὰρ ὅπλῳ τῷ τοῦ Σταυροῦ, 
πᾶσαν τὴν περίβολον, ὁ κραταιόφρων Βασιλεύς, 
τὴν αὐτῆς εἰς γῆν κατέβαλεν. 


Ἀπολυτίκιον τῆς Ἁγίας Εἰκόνος. Ἦχος β'. 
Τὴν ἄχραντον Εἰκόνα σου, προσκυνοῦμεν ἀγαθέ, 
αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, 
Χριστὲ ὁ Θεός· βουλήσει γὰρ ηὐδόκησας σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ρύσῃ οὓς ἔπλασας, 
ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ·
ὅθεν εὐχαρίστως βοῶμεν σοι·
Χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, 
παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.


Ἐξαποστειλάριον τῆς Ἑορτῆς. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τῶν Ἀποστόλων ὁ δῆμος, συναθροισθεὶς ἐν νεφέλαις, 
ἀξιοχρέως κηδεύει, τὴν τοῦ Κυρίου Μητέρα, 
παρόντος καὶ τοῦ Σωτήρος, σὺν μυριάσι Ἀγγέλων.


Δόξα, καὶ νῦν. Ἦχος α' .
Ἔπρεπε τοῖς αὐτόπταις τοῦ Λόγου καὶ ὑπηρέταις, 
καὶ τῆς κατὰ σάρκα Μητρὸς αὐτοῦ, τὴν Κοίμησιν ἐποπτεῦσαι, 
τελευταῖον οὖσαν ἐπ' αὐτῇ μυστήριον·
ἴνα μὴ μόνον τὴν ἀπὸ γῆς τοῦ Σωτῆρος ἀνάβασιν θεάσωνται,
ἀλλὰ καὶ τῆς τεκούσης αὐτὸν τῇ μεταθέσει μαρτυρήσωσι.
Διό περ πάντοθεν, θείᾳ δυνάμει παραιωθέντες, 
τὴν Σιὼν κατελάμβανον· καὶ πρὸς οὐρανὸν ἐπειγομένην, 
προέπεμπον τὴν ἀνωτέραν τῶν Χερουβείμ. 
Ἣν καὶ ἡμεῖς, σὺν αὐτοῖς προσκυνοῦμεν,
ὡς πρεσβεύουσαν ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 

    Πηγή: Μηναῖον Αὐγούστου, σελ. 162, 164,173 & 174.