Τῇ αὐτῇ ἡμέρᾳ ἐσπέρας
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀγαθὲ καὶ φιλάνθρωπε,
ὁ εὐδοκίᾳ τοῦ Πατρὸς καὶ συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος
καταδεξάμενος ἐκ τῆς ἁγιωτάτης καὶ ἀειπαρθένου Μαρίας
ἐνανθρωπῆσαι ἀτρέπτως καὶ ἀναλλοιώτως, ἵνα δι' ἧς φύσεως
τῆς ἀθανασίας καὶ ἀφθαρσίας πάλαι ἐξεπέσαμεν,
δι' αὐτῆς αὖθις εἰς αὐτὴν ἀνακαλέσῃς ἡμᾶς·
ἧς ταῖς εὐπροσδέκτοις πρεσβείαις δυσωπηθείς, ἀπέλασον,
δεόμεθα σου, ἀφ' ἡμῶν πᾶσαν κακίαν καὶ μοχθηρὰν διαγωγήν·
καὶ τὰς ὁδοὺς ἡμῶν, πράξεις τε καὶ προαιρέσεις
εἰς τὸ θέλημά σου κατευθύνας, εὐδόκησον,
ἵνα τὴν πανσεβάσμιον κοίμησιν αὐτῆς
ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς
εὐσεβοφρόνως τιμῶντες, ἔχωμεν αὐτὴν παρὰ σοὶ διηνεκῶς
ὑπὲρ ἡμῶν πρεσβεύουσαν, ὅπως καὶ νῦν καὶ ἐν τῷ μέλλοντι,
σοῦ ἐλεοῦντος, δυνηθῶμεν εὐαρεστῆσαί σοι.
Ὅτι εὐλογητὸς εἶ καὶ δεδοξασμένος
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πηγή: Μέγα Προσευχητάριον, Α. Σιμωνώφ, σελ.582