Παρακαλῶ οὖν πάντας ὑμᾶς, ἐν Χριστῷ ἀδελφοί,
θεῖναι πρῶτον θεμέλιον
ἐν τῇ οἰκοδομῇ τῶν ἀρετῶν ἀγαθὸν ταπεινώσεως·
εἶτα δι' ἀγώνων εὐσεβείας ἐγεῖραι τὸν οἶκον
τῆς γνώσεως τῶν μυστηρίων τοῦ Θεοῦ καὶ
ὑπὸ τοῦ θείου καταλαμφθῆναι φωτὸς καὶ
ἰδεῖν ὄμματι καρδίας κεκαθαρμένῳ Θεόν,
ὡς δυνατὸν ἡμῖν ἀνθρώποις οὗσι,
κἀκεῖθεν μυσταγωγηθῆναι τὰ τελεώτερα
τῶν μυστηρίων τῆς βασιλείας τῶν οὐρανῶν καὶ
οὕτως ἀπὸ τῆς γνώσεως ταύτης,
τῆς ἄνωθεν διδομένης παρὰ τοῦ Πατρὸς τῶν φώτων,
ἐπὶ τὸν λόγον τῆς διδασκαλίας ἐλθεῖν καὶ διδάξαι
τοὺς πλησίον ἡμῶν, τί τὸ θέλημα τοῦ Θεοῦ
τὸ ἀγαθὸν καὶ τέλειον καὶ εὐάρεστον,
καὶ διὰ τῆς διδασκαλίας ἡμῶν προσάξαι τῷ Θεῷ λαὸν περιούσιον,
τῷ διὰ τοῦ Πνεύματος αὐτοῦ τοῦ Ἁγίου εἰς διδασκάλους
προχειρισαμένῳ ἡμᾶς τῆς ἐκκλησίας αὐτοῦ,
ἵνα μὴ ὡς καταφρονηταὶ καὶ γυμνοὶ
τοῦ ἐνδύματος τοῦ γάμου ἔξω ῥιφῶμεν τοῦ νυμφῶνος Χριστοῦ,
ἀλλ' ὡς φρόνιμοι μᾶλλον οἰκονόμοι,
καλῶς τὰ τοῦ λόγου τῆς διδασκαλίας οἰκονομήσαντες
ἐν τοῖς συνδούλοις ἡμῶν καὶ πρὸ γε τούτου τὰ τοῦ βίου ἡμῶν,
εἰσέλθωμεν εἰς αὐτὸν ἀκωλύτως
ἐν λαμπρότητι βίου καὶ γνώσεως οὐρανίου,
φωτοειδεῖς καὶ Πνεύματος Ἁγίου πεπληρωμένοι,
καὶ συμβασιλεύσωμεν Χριστῷ,
τὰ τῆς βασιλείας τοῦ Θεοῦ καὶ Πατρός
συγκληρονομοῦντες αὐτῷ ἐν Ἁγίῳ Πνεύματι,
τῇ ἀειζώῳ καὶ ἀθανάτῳ πηγῇ καὶ ζωῇ,
ᾦ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἅγιος Συμεὼν ὁ Νέος Θεολόγος
Πηγή: Κατηχήσεις - Εὐχαριστίαι
Ἅγιου Συμεών τοῦ Νέου Θεολόγου, Τόμος Α', σελ.419