Ἦχος πλ. β' . Ἰωάννου Μοναχοῦ.
Πάλιν Ἡρῳδιὰς μαίνεται, πάλιν ταράττεται.
Ὢ ὄρχημα δόλιον, καὶ πότος μετὰ δόλου!
ὁ Βαπτιστὴς ἀπετέμνετο, καὶ Ἡρῴδης ἐταράττετο.
Πρεσβείαις Κύριε τοῦ σοῦ Προδρόμου,
τὴν εἰρήνην παράσχου ταῖς ψυχαῖς ἡμῶν.
Ἦχος β' . Ἰωάννου Μοναχοῦ.
Διὰ τὸν νόμον Κυρίου, τὴν κεφαλὴν ἀπετμήθης,
ὦ πανάγιε Ἰωάννη. Ἤλεγξας βασιλέα
δυσσεβῆ παρανομήσαντα, παρρησίᾳ, ἀμέμπτῳ·
διὸ θαυμάζουσί σε στρατιαὶ τῶν Ἀγγέλων·
δοξάζουσί σε χοροὶ τῶν Ἀποστόλων καὶ Μαρτύρων·
τιμῶμέν σου καὶ ἡμεῖς τὴν ἐτήσιον μνήμην πανένδοξε,
δοξάζοντες τὴν Ἁγίαν Τριάδα,
τὴν σὲ στεφανώσασαν Πρόδρομε μακάριε.
Ἀπολυτίκιον. Ἦχος β'.
Μνήμη δικαίου μετ' ἐγκωμίων·
σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε·
ἀνεδείχθης γὰρ ὅντως καὶ Προφητῶν σεβασμιώτερος,
ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον.
Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας,
χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾍδῃ,
Θεὸν φανερωθέντα ἐν σαρκί,
τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου,
τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου,
καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον. Ἦχος πλ. α'.
Ἡ τοῦ Προδρόμου ἔνδοξος ἀποτομή,
οἰκονομία γέγονέ τις θεϊκή, ἵνα καὶ τοῖς ἐν ᾍδῃ,
τοῦ Σωτῆρος κηρύξῃ τὴν ἔλευσιν.
Θρηνείτω οὖν Ἡρωδιάς, ἄνομον φόνον αἰτήσασα·
οὐ νόμον γὰρ τὸν τοῦ Θεοῦ,
οὐ ζῶντα αἰῶνα ἠγάπησεν,
ἀλλ' ἐπίπλαστον πρόσκαιρον.
Μεγαλυνάριον.
Κἂν ἐτμήθης Κάραν ὦ Βαπτιστά, φθέγγεται ἡ γλῶσσα,
τὸν Ἡρώδην ἐλέγχουσα· Λόγου τὴν φωνήν σε,
σιγῆσαι γὰρ οὐκ ἔδει, ἀλλὰ καὶ τοῖς ἐν ᾍδῃ,
Χριστὸν κηρύξασθαι.
Πηγές: Μηναῖον Αὐγούστου σελ. 273 & 276
Νέος Ἐνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ
Μικραγιαννανίτου, σελ. 440.