Στιχηρὰ τῶν Ἁγίων. Ἦχος α'. Πανεύφημοι μάρτυρες.
Παμμάκαρ Ἀλέξανδρε ποιμήν, Ἐκκλησίας γέγονας,
ὁρθοδοξίας ὑπέρμαχος, Ἀρείου καθελών,
τὴν ἀλαζονείαν, προσευχαῖς συντόνοις σου,
τὸν πάντων Λυτρωτὴν ἐξαιτούμενος.
Καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν,
τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἰωάννη τίμιε σαρκός, τὴν φθορὰν ἐμίσησας·
δι' ἐγκρατείας καὶ πίστεως, δι' ἀγρυπνίας τε,
καὶ ὁμολογίας, Ἄγγελος ἐπίγειος,
εὐρέθης καὶ οὐράνιος ἄνθρωπος.
Χριστὸν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν,
τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Παύλου θείοις δόγμασι σαφῶς,
ὅντως ἐπειθάρχησας, μεθ' οὖ εἰς τρίτον ἀνέδραμες,
οὐρανόν Ὅσιε, ἀρετῶν τῷ ὕψει,
καὶ ἤκουσας ρήματα, τὰ ἄρρητα καὶ θεῖα τοῦ Πνεύματος.
Παῦλε μακάριε, ὀρθοδόξων βάσις ἄσειστε,
τὸν Σωτῆρα ἀπαύστως ἱκέτευε.
Ἀπολυτίκιον. Ἦχος γ' . Τὴν ὡραιότητα.
Μύσται οὐράνιοι ἀποδεικνύμενοι,
θεῖοι ἐκφάντορες τῷ κόσμῳ ὤφθητε,
τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, ποιμάναντες θεαρέστως,
ἱερὲ Ἀλέξανδρε, τῆς Τριάδος ὁ πρόμαχος,
Ἰωάννη ἔνδοξε, ὁ τῆς χάριτος τρόφιμος,
καὶ Παῦλε Ἱερέων ἀκρότης· ὅθεν ὑμᾶς ἀνευφημοῦμεν.
Κοντάκιον.
Τὴν τριάδα σήμερον, Ἱεραρχῶν τῶν Ὁσίων,
ἱεροῖς ἐν ἄσμασιν, ἐγκωμιάσωμεν πάντες·
οὗτοι γὰρ, ὡς οἱκονόμοι τῶν ἀπορρήτων,
νέμουσι, χάριν ἀέναον τοῖς βοῶσιν,
ὦ Ἀλέξανδρε παμμάκαρ, καὶ Ἰωάννη, σὺν Παύλῳ χαίρετε.
Μεγαλυνάριον.
Χαῖροις τῶν Πατέρων τριὰς σεπτή, Ἀλέξανδρε μάκαρ,
σὺν τῷ Παύλῳ τῷ εὐκλεεῖ, καὶ τῷ Ἰωάννῃ ἡ τρίφωτος λυχνία,
ἡ πᾶσανἘκκλησίαν, καταπυρσεύουσα.
Πηγές: Μηναῖον Αὐγούστου σελ. 273 & 276
Νέος Ἐνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ
Μικραγιαννανίτου, σελ. 441.