Πρὸς Κορινθίους Α' Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
Ἀδελφοί,
α' 26 Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν,
ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ
σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ
εὐγενεῖς,
27 ἀλλὰ τὰ μωρὰ τοῦ
κόσμου ἐξελέξατο ὁ Θεὸς ἵνα τοὺς
σοφοὺς καταισχύνῃ, καὶ τὰ ἀσθενῆ
τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς ἵνα
καταισχύνῃ τὰ ἰσχυρά,
28 καὶ τὰ
ἀγενῆ* τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα
ἐξελέξατο ὁ Θεός, καὶ τὰ μὴ ὄντα,
ἵνα τὰ ὄντα καταργήσῃ,
29 ὅπως
μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ
Θεοῦ.
30 ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε
ἐν Χριστῷ ᾿Ιησοῦ, ὃς ἐγενήθη ἡμῖν
σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ
ἁγιασμὸς καὶ ἀπολύτρωσις,
31 ἵνα,
καθὼς γέγραπται, ὁ καυχώμενος ἐν
Κυρίῳ καυχάσθω.
β' 1 Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί,
ἦλθον οὐ καθ᾿ ὑπεροχὴν λόγου ἢ σοφίας
καταγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ
Θεοῦ.
2 οὐ γὰρ ἔκρινα τοῦ εἰδέναι
τι ἐν ὑμῖν εἰ μὴ ᾿Ιησοῦν Χριστόν,
καὶ τοῦτον ἐσταυρωμένον.
3 καὶ
ἐγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ
ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς,
4 καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά
μου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας
λόγοις, ἀλλ᾿ ἐν ἀποδείξει Πνεύματος
καὶ δυνάμεως,
5 ἵνα ἡ πίστις
ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ᾿
ἐν δυνάμει Θεοῦ.
Ἀπόστολος Παῦλος
Πηγή: Καινὴ Διαθήκη, σελ. 665
_____________________________________________________