Ἀπολυτίκιον. Ἦχος γ'. Θείας πίστεως.
Μέγαν εὕρατο, Εὔβοια κλέος,
τὸν πανένδοξον, Δαβίδ τὸν θεῖον,
ὡς ἱερᾶς ἀρετῆς καταγώγιον,
καὶ τοῦ Χριστοῦ ὀπαδὸν ἀληθέστατον,
καὶ τῶν Ὁσίων ἁπάντων ἐφάμμιλον.
Διὸ Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε,
δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον. Ἦχος δ'. Ἐπεφάνης σήμερον.
Ὡς ἀστὴρ λαμπρότατος ὤφθης ἐν κόσμῳ,
καταυγάζων ἅπαντας τοὺς προσιόντας σοι πιστῶς,
Δαβὶδ Πατέρων τὸ καύχημα,
τῶν ἰαμάτων τοῖς θείοις χαρίσμασι.
Μεγαλυνάριον.
Χαίροις τῆς Λοκρίδος θεῖος βλαστός·
χαίροις τῆς Εὐβοίας, ὁ θερμότατος ἀρωγός·
χαίροις ὁ πηγάζων, ἰάσεων τὰ ῥεῖθρα,
Δαβὶδ θαυματοφόρε, τοῖς σοὶ προστρέχουσι.
Πηγή: ΝέοςἙνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου,
Ὑμνογράφου τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας σελ.99 & 100.