Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως
Παντοκράτορ ἀΐδιε Θεέ, ἄναρχε καὶ ἀτελεύτητε,
ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν
καὶ πάντα τὰ ἐν αὐτοῖς ὁρατὰ καὶ ἀόρατα,
ἵλεως ἐπίβλεψον, δεόμεθά σου, ὡς ἐλεήμων,
ἐπὶ τὸν λαόν σου, ὅν ἐλυτρώσω τῆς κατάρας τοῦ νόμου,
διὰ τῆς ἐνσάρκου οἰκονομίας τοῦ ἀγαπητοῦ Σου Υἱοῦ,
καὶ δὸς ἡμῖν τὴν σὴν βοήθειαν ἐξ ὕψους κατοικητηρίου σου,
ἵνα ἀπωθώμεθα τὰ ἔργα τοῦ σκότους,
καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός,
ἐνισχύσας ἡμᾶς τῇ δυνάμει σου,
ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατεῖν
ἐν τῷ παρόντι καιρῷ τῆς ζωῆς ἡμῶν,
ἐν ᾧ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς
ἔρχεται μετὰ μεγάλης ταπεινότητος
ἐπισκέψασθε ἡμᾶς ἐν τῇ ὑπερφυεῖ γεννήσει αὐτοῦ·
ὅπως ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ ἐπανερχόμενον μετὰ δόξης
κρῖναι ζῶντας καὶ νεκρούς, καὶ
ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ,
καταξιωθῶμεν προϋπαντῆσαι αὐτὸν ἐν νεφέλαις,
καὶ οὕτω παρ' αὐτῷ εἶναι ἐν τῇ βασιλείᾳ αὐτοῦ,
εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἱερομόναχος Ἄνθιμος Δρόσος Βρυέννιος
Πηγή: Μέγα Προσευχητάριον, Α. Σιμωνώφ, σελ. 558-559