Δόξα. Ἦχος δ'. Ἰωάννου Μοναχοῦ.
Εὐθράνθητι Ἱερουσαλήμ καὶ πανηγυρίσατε πάντες,
οἱ ἀγαπώντες Σιών.
Σήμερον ὁ χρόνιος ἐλύθη δεσμός,τῆς καταδίκης τοῦ Ἀδάμ·
ὁ Παράδεισος ἡμῖν ἠνεῴχθη, ὁ ὄφις κατηργήθη·
ἣν γὰρ ἠπάτησε πρώην, νῦν ἐθεάσατο,
τοῦ Δημιουργοῦ γενομένην Μητέρα·
Ὢ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ!
ἡ προξενήσασα τὸν θάνατον πάσῃ σαρκί,
τῆς ἁμαρτίας τὸ ὄργανον, σωτηρίας ἀπαρχὴ
ἐγένετο τῷ κόσμῳ παντί, διὰ τῆς Θεοτόκου·
βρέφος γὰρ τίκτεται ἐξ αὐτῆς, ὁ παντέλειος Θεός·
καὶ διὰ τοῦ τόκου, Παρθενίαν σφραγίζει,
σειρὰς ἁμαρτημάτων, λύων διὰ σπαργάνων·
καὶ διὰ νηπιότητος, τῆς Εὔας θεραπεύει,
τὰς ἐν λύπαις ὠδῖνας. Χορευέτω τοίνυν
πᾶσα ἡ κτίσις καὶ σκιρτάτω·
ἀνακαλέσατε γὰρ αὐτήν, παραγέγονε Χριστός,
καὶ σώσε τὰς ψυχὰς ἡμῶν.
Ἅγιος Ἰωάννης ὁ Δαμασκηνός
* * *
Καὶ νῦν. Ἦχος ὁ αὐτός. Ἀνατολίου.
Σπηλαίῳ παρώκησας, Χριστέ ὁ Θεός,
φάτνη ὑπεδέξατο, Ποιμένες δὲ καὶ Μάγοι προσεκύνησαν.
Τότε δὴ τῶν Προφητῶν ἐπληροῦτο τὸ κήρυγμα·
καὶ Ἀγγέλων αἱ Δυνάμεις ἐθαύμαζον,
βοῶσαι καὶ λέγουσαι·
Δόξα τῇ συγκαταβάσει σου,
μόνε φιλάνθρωπε.
* * *
Ἀπολυτίκιον. Ἦχος δ' . ἐκ γ'.
Ἡ γέννησις σου Χριστὲ ὁ Θεὸς ἡμῶν,
ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως·
ἐν αὐτῇ γὰρ ἡ τῆς ἄστροις λατρεύοντες,
ὑπὸ ἀστέρος ἐδιδάσκοντο, Σὲ προσκυνεῖν,
τὸν Ἥλιον τῆς δικαιοσύνης,
καὶ Σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν.
Κύριε δόξα σοι.
Πηγή: Μηναῖον Δεκεμβρίου, σελ. 387