«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τρίτη 25 Φεβρουαρίου 2014

Τοῦ Ἁγίου Ἱερομάρτυρος Ῥηγίνου Ἐπισκόπου Σκοπέλου

Ἀπολυτίκιον. Ἦχος α' . Τῆς ἐρήμου πολίτης 
Τῆς Σκοπέλου προστάτης καὶ ποιμὴν ἐνθεώτατος, 
ὤφθης Ἱεράρχα Ῥηγίνε, ὡς τοῦ Πνεύματος σκήνωμα, 
καὶ αἵματι σοφὲ μαρτυρικῷ, φοινίξας τὴν ἁγίαν σου στολὴν, 
διασώζεις ἐκ κινδύνων καὶ πειρασμῶν, τοὺς πίστει ἐκβοῶντας σοι·
δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, 
δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.


Κοντάκιον. Ἦχος πλ. δ'. Τῇ ὑπερμάχῳ.
Τὸν Ἱεράρχην τῆς Σκοπέλου καὶ διδάσκαλον
Καὶ τῶν Μαρτύρων κοινωνὸν καὶ ἰσοστάσιον
Μακαρίσωμεν Ῥηγίνον τὸν θεηγόρον· 
Τῷ Χριστῷ γὰρ ἱεράτευσεν ὡς ἄγγελος
Καὶ ἀθλήσας διασώζει πάσης θλίψεως
Τοὺς κραυγάζοντας, χαίροις Πάτερ θεόληπτε.


Μεγαλυνάριον
Χαίροις τῆς Σκοπέλου θεῖος ποιμήν, 
Ῥηγῖνε παμμάκαρ, ὁ ἀθλήσας καρτερικῶς· 
χαίροις Ἐκκλησίας, ὁ φωτοφόρος λύχνος, 
σοφὲ Ἱερομάρτυς, Ἀγγέλων σύσκηνε. 

Γεράσιμος Μοναχὸς Μικραγιαννανίτης 
Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας

Πηγή: Νέος Ἑνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, σελ. 240-241.