Ἀπολυτίκιον. Ἦχος δ'
. Ταχὺ προκατάλαβε.
Ἐκ γῆς ἀνατείλασα, ἡ
τοῦ Προδρόμου Κεφαλή,
ἀκτῖνας ἀφίησι,
τῆς ἀφθαρσίας πιστοῖς τῶν ἰάσεων·
ἄνωθεν συναθροίζει, τὴν πληθὺν τῶν
Ἀγγέλων,
κάτωθεν συγκαλεῖται, τῶν
ἀνθρώπων τὰ γένη,
ὁμόφωνον ἀναπέμψαι,
δόξαν Χριστῷ τῷ Θεῷ.
Κοντάκιον. Ἦχος β' . Τὰ
ἄνω ζητῶν.
Προφῆτα Θεοῦ, καὶ
Πρόδρομε τῆς χάριτος,
τὴν Κάραν τὴν
σήν, ὡς ῥόδον ἱερώτατον,
ἐκ τῆς γῆς
εὑράμενοι, τὰς ίάσεις πάντοτε λαμβάνομεν·
καὶ γὰρ πάλιν ὡς πρότερον,
τῷ κόσμῳ
κηρύττεις τὴν μετάνοιαν.
Μεγαλυνάριον.
Ὥσπερ μυροθήκη πνευματική,
ἐκ γῆς ἀνεφάνη, σοῦ ἡ πάντιμος Κεφαλή,
Βαπτιστὰ Κυρίου, καὶ κόσμον κατευφραίνει,
τῆς ἡδυπνόου δόξης ταῖς διαδόσεσι.
Γεράσιμος Μοναχὸς Μικραγιαννανίτης
Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας
Πηγή: Νέος Ἑνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, σελ. 239.