«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Δευτέρα 17 Μαρτίου 2014

Τοῦ Ὁσίου Ἀλεξίου τοῦ ἀνθρώπου τοῦ Θεοῦ

Ὁ Οἶκος.
 
Τίς τὰς σεπτάς σου ἀρετὰς ἀξίως εὐφημήσει,

καὶ ἱκανῶς ὑμνήσει, Ἀλέξιε Θεόφρον; 

τὴν σωφροσύνην, τὴν ὑπομονήν, 

τὴν πραότητα, τὴν ἐγκράτειαν,

τὸν ἀκατάπαυστον ὕμνον, 

τὴν ἄκραν σκληραγωγίαν,

καὶ ἄμετρον ταπείνωσιν, 

δι' ὧν Ἀγγέλοις ἐφάμμιλος γενόμενος, 

πρεσβεύεις ἀεὶ ὑπὲρ τοῦ κόσμου παντός· 

διὸ ἀκούεις Ὅσιε, νῦν παρὰ πάντων πιστῶν·

Χαίροις Ὁσίων τερπνὸν ἐγκαλλώπισμα. 

Πηγή: Μηναῖον Μαρτίου, «Ἐκκλησιαστικὴ Βιβλιοθήκη Φῶς», σελ. 130.