Ἀπολυτίκιον. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ὁσίως ἱέρευσας, τῷ ἐπὶ πάντων Θεῷ,
καὶ θῦμα εὐπρόσδεκτον, ὡς ἐναθλήσας καλῶς,
Χριστῷ προσενήνεξαι.
Ὅθεν ἡ σὴ ἀγχόνη, ἀληθῶς ἀνεδείχθη,
λύτρον μακρᾶς δουλείας, τῶν Ὲλλήνων τῷ γένει·
διὸ Ἱερομάρτυς, Γρηγόριε τιμῶμέν σε.
Ἕτερον ἀπολυτίκιον. Ἦχος α'. Τῆς ἐρήμου πολίτης.
Δημητσάνης τὸν γόνον Βυζαντίου τὸν πρόεδρον,
καὶ τὸ τῆς Ἑλλάδος ἁπάσης γέρας θεῖον καὶ καύχημα,
Γρηγόριον τιμήσωμεν πιστοί, ὡς Μάρτυρα Χριστοῦ πανευκλεῆ,
ἵνα λάβωμεν πταισμάτων τὸν ἱλασμόν, παρὰ Θεοῦ κραυγάζοντες·
δόξα τῷ δεδοκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι,
δόξα τῷ ἐν εὐκλείᾳ οὐρανῶν, δοξάσαντί σε Ἅγιε.

Κοντάκιον. Ἦχος γ'. Ἡ Παρθένος σήμερον.
Ἱεράρχης ἔνθεος, γεγενημένος θεόφρον,
τὴν ἀγχόνην ἤνεγκας, ὑπὲρ τῆς ποίμνης σου χαίρων.
Ὄθεν σου, τῷ μαρτυρίῳ ἐγκαυχωμένη,
ᾄδει σοι, Ἑλλάς ἑόρτιον θεῖον ὕμνον,
καὶ τὸ χαῖρε σοι κραυγάζει,
Ἱερομάρτυς Πάτερ Γρηγόριε.
Μεγαλυνάριον.
Χαίροις Βυζαντίου θεῖος ποιμήν·
χαίροις τῆς Ἑλλάδος, ἐγκαλλώπισμα ἱερόν·
χαίροις Ἱεράρχα, καὶ Μάρτυς τοῦ Κυρίου,
Γρηγόριε παμμάκαρ, Ἀγγέλων σύσκηνε.
Γεράσιμος Μοναχὸς Μικραγιαννανίτης
Γεράσιμος Μοναχὸς Μικραγιαννανίτης
Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας
Πηγή: Νέος Ἑνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, σελ. 284-285.