Κοντάκιον. Ἦχος πλ. δ' . Αὐτόμελον.
Τὸν δι' ἡμᾶς σταυρωθέντα,
δεῦτε πάντες ὑμνήσωμεν·
αὐτὸν γὰρ κατεῖδε Μαρία
ἐπὶ τοῦ ξύλου καὶ ἔλεγεν·
Εἰ καὶ Σταυρὸν ὑπομένεις,
σὺ ὑπάρχεις ὁ Υἱὸς καὶ Θεός μου.
Εἰς τὴν ἀπόλυσιν τοῦ Ὄρθρου. Ἦχος δ'.
Ἐξηγόρασας ἡμᾶς
ἐκ τῆς κατάρας τοῦ νόμου,
τῷ τιμίῳ σου αἵματι·
τῷ Σταυρῷ προσηλωθείς,
καὶ τῇ λόγχῃ κεντηθείς,
τὴν ἀθανασία ἐπήγασας ἀνθρώποις,
Σωτὴρ ἡμῶν δόξα σοι.
Γεράσιμος Μοναχὸς Μικραγιαννανίτης
Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας
Πηγή: Νέος Ἑνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, σελ. 457.