«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Σάββατο 19 Απριλίου 2014

Τοῦ Ἁγίου καὶ Μεγάλου Σαββάτου

Ἀπολυτίκιον. Ἦχος β'.
Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών,
τὸ ἄχραντόν σου σῶμα,
σινδόνι καθαρᾷ εἰλήσας καὶ ἀρώμασιν,
ἐν μνήματι καινῷ, κηδεύσας ἀπέθετο.


Δόξα.
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος,
τότε τὸν ᾍδην ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς Θεότητος·
ὅτε δὲ καὶ τοὺς τεθνεῶτας, ἐκ τῶν καταχθονίων ἀνέστησας,
πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον·
Ζωοδότα Χριστέ, ὁ Θεὸς ἡμῶν δόξα σοι.


Καὶ νῦν.
Ταῖς Μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς,
ὁ Ἄγγελος ἐβόα·
Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια,
Χριστὸς δὲ διάφθορᾶς ἐδείχθη ἀλλότριος.


Κοντάκιον. Ἦχος πλ. β'. Χειρόγραφον εἰκόνα.
Τὴν ἄβυσσον ὁ κλείσας νεκρὸς ὁρᾶται·
καὶ σμύρνῃ καὶ σινδόνι ἐνειλημμένος,
ἐν μνημείῳ κατατίθεται,
ὡς θνητὸς ὁ ἀθάνατος.
Γυναῖκες δὲ αὐτὸν ἦλθον μυρίσαι,
κλαίουσαι πικρῶς καὶ ἐκβοῶσαι·
Τοῦτο Σάββατόν ἐστι τὸ ὑπερευλογημένον,
ἐν ᾧ Χριστὸς ἀφυπνώσας,
ἀναστήσεται τριήμερος.
  
Γεράσιμος Μοναχὸς Μικραγιαννανίτης 
Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας

Πηγή: Νέος Ἑνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, σελ. 457-458.