Ἦχος πλ. δ'.
Ὅτε οἱ ἔνδοξοι Μαθηταί, ἐν τῷ νιπτῆρι τοῦ δεῖπνου ἐφωτίζοντο,
τότε Ἰούδας ὁ δυσσεβής, φιλαργυρίαν νοσήσας ἐσκοτίζετο·
καὶ ἀνόμοις κριταῖς, σὲ τὸν Δίκαιον Κριτὴν παραδίδωσι.
Βλέπε χρημάτων ἐραστά, τὸν διὰ ταῦτα ἀγχόνῃ χρησάμενον·
φεῦγε ἀκόρεστον ψυχήν, τὴν διδασκάλῳ τοιαῦτα τολμήσασαν.
Ὁ περὶ πάντας ἀγαθός, Κύριε δόξα σοι.

Κοντάκιον. Ἦχος β'. Τὰ ἄνω ζητῶν.
Τὸν ἄρτον λαβών, εἰς χεῖρας ὁ προδότης,
κρυφίως αὐτάς, ἐκτείνει καὶ λαμβάνει,
τὴν τιμὴν τοῦ πλάσαντος,
ταῖς οἰκείαις χερσὶ τὸν ἄνθρωπον·
καὶ ἀδιόρθωτος ἔμεινεν,
Ἰούδας ὁ δοῦλος καὶ δόλιος.
κρυφίως αὐτάς, ἐκτείνει καὶ λαμβάνει,
τὴν τιμὴν τοῦ πλάσαντος,
ταῖς οἰκείαις χερσὶ τὸν ἄνθρωπον·
καὶ ἀδιόρθωτος ἔμεινεν,
Ἰούδας ὁ δοῦλος καὶ δόλιος.
Γεράσιμος Μοναχὸς Μικραγιαννανίτης
Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας
Πηγή: Νέος Ἑνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, σελ. 457.