Ἀπολυτίκιον. Ἦχος γ' . Τήν ὡραιότητα.
Τὸ δωδεκάχορδον τοῦ Λόγου ὄργανον,
τὴν παναρμόνιον λύραν τῆς χάριτος,
τὸν Ὑμνογράφον Ἰωσὴφ τιμήσωμεν ἐπαξίως·
οὗτος γὰρ ἀνύμνησε, μελιχροῖς μελῳδήμασι,
Πνεύματι κινούμενος, τῶν Ἁγίων πᾶν σύστημα.
Μεθ' ὧν καὶ ἱκετεύει ἀπαύστως,
δοῦναι ἡμῖν πταισμάτων λύσιν.
Κοντάκιον. Ἦχος γ'. Ἡ Παρθένος σήμερον.
Ἡ θεόπνους γλῶσσά σου, δαβιτικῶς ἀνεδείχθη,
ὀξυγράφου κάλαμος, τῇ θεϊκῇ ἐπιπνοίᾳ,
ἄθλους μέν, τοὺς τῶν Ἁγίων ὑμνολογοῦσα,
χάριν δέ, τὴν ἐξ ἀγώνων καλλιγραφοῦσα,
Ἰωσὴφ τοῖς ἐκβοῶσι·
χαίροις κιθάρα ὑπερκοσμίων ᾠδῶν.
Μεγαλυνάριον.
Χαίροις Ἐκκλησίας θεῖος αὐλός,
ἡδύφωνος σάλπιγξ, καλλικέλαδος ἀηδών·
χαίροις τῶν Ἁγίων, ὁ ἔνθους ὑμνηπόλος,
ὦ Ἰωσὴφ τρισμάκαρ, στόμα θεόληπτον.
Γεράσιμος Μοναχὸς Μικραγιαννανίτης
Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας
Πηγή: Νέος Ἑνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, σελ. 276.