«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Πέμπτη 29 Μαΐου 2014

Τῆς Ἀναλήψεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ


Ἦχος δ'.

Τὴν καταβᾶσαν φύσιν τοῦ Ἀδάμ,
εἰς τὰ κατώτερα μέρη τῆς γῆς ὁ Θεός,
καινοποιήσας σεαυτῷ, 
ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας
ἀνήγαγες σήμερον·
ὡς ἀγαπήσας γάρ, συνεκάθισας·
ὡς συμπαθήσας δέ, ἥνωσας σαυτῷ·
ὡς ἑνώσας συνέπαθες·
ὡς ἀπαθὴς παθὼν δέ, συνεδόξασας.
Ἀλλ' οἱ Ἀσώματοι, 
τίς ἐστιν οὗτος, ἔλεγον ὁ ὡραῖος ἀνήρ;
ἀλλ' οὐκ ἄνθρωπος μόνον, 
Θεὸς δὲ καὶ ἄνθρωπος,
τὸ συναμφότερον τὸ φαινόμενον.
Ὅθεν ἔξαλλοι Ἄγγελοι, 
ἐν στολαῖς περιϊπτάμενοι,
τοὺς Μαθητάς, Ἄνδρες ἐβόων, 
Γαλιλαῖοι, ὃς ἀφ' ὑμῶν πεπόρευται, 
οὗτος Ἰησοῦς ἄνθρωπος Θεός,
Θεάνθρωπος πάλιν ἐλεύσεται, 
κριτὴς ζώντων καὶ νεκρῶν·
πιστοῖς δὲ δωρούμενος ἁμαρτιῶν συγχώρησιν, 
καὶ τὸ μέγα ἔλεος.


Ὁ αὐτός.

Ὅτε ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεός,
τῶν Μαθητῶν ὁρώντων, 
αἱ νεφέλαι ὑπελάμβανον σε μετὰ σαρκός·
πύλαι ἐπήρθησαν αἱ οὐράνιαι· 
ὁ χορὸς τῶν Ἀγγέλων ἔχαιρεν ἐν ἀγαλλιάσει·
αἱ ἀνώτεραι δυνάμεις ἔκραζον λέγουσαι·
Ἄρατε πύλας οἱ ἄρχοντες ἡμῶν,
καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης.
Οἱ δὲ Μαθηταὶ ἐκπληττόμενοι ἔλεγον·
Μὴ χωρισθῇς ἡμῶν, ὁ ποιμὴν ὁ καλός,
ἀλλὰ πέμψον ἡμῖν τὸ Πνεῦμα σου τὸ πανάγιον,
τὸ ὁδηγοῦν καὶ στηρίζον τὰς ψυχὰς ἡμῶν.

Πηγή: Πεντηκοστάριον, «Φῶς», σελ. 173.