Θεοφάνους.
ᾨδὴ α'. Ἦχος πλ. α'. Ἵππον καὶ ἀναβάτην.
Μύστα τῶν οὐρανίων,
Ἰούδα πάνσοφε,
μαθητὰ τοῦ Σωτῆρος,
καὶ κοινωνὲ τῆς ζωῆς,
τὴν γλῶσσάν μου κίνησον,
καὶ τὸν λόγον ἴθυνον,
πρὸς ὕμνους σου παμμακάριστε.
Ἔλκων τὸν τοῦ Σωτῆρος,
ζυγὸν Ἀπόστολε,
καὶ τὴν αὔλακα τέμνων,
καὶ νεουργῶν τῇ χάριτι,
τὸν σπόρον κατέβαλες,
καὶ πολύχουν ἤνεγκας,
τῷ καλέσαντι παμμακάριστε.
Λόγον τὸν σαρκωθέντα,
εὑρὼν διδάσκαλον,
καὶ ταῖς τούτου Θεόπτα,
μαρμαρυγαῖς πυρούμενος,
ἐγένου φῶς δεύτερον,
ταῖς τοῦ πρώτου λάμψεσι,
συμμορφούμενος ἀξιάγαστε.
Θεοτοκίον.
Πίστις ἡγείσθω μόνη,
καὶ μὴ ἀπόδειξις,
τῶν ὑπέρ νοῦν θαυμάτων,
Θεογεννῆτορ πάναγνε·
τὸν γὰρ ἀκατάληπτον,
Θεὸν Λόγον τέτοκας,
ἐνδυσάμενον τὸ ἀνθρώπινον.
Πηγή: Μηναῖον Ἰουνίου, «Φῶς», σελ. 123