«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Κυριακή 8 Ιουνίου 2014

Κυριακή τῆς Πεντηκοστῆς - Ποῦ ἀνήκεις;

Εὐαγγέλιον κατὰ Ἰωάννην ζ' 37-52 & η' 1-2.

37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξε λέγων· ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. 

38 ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. 

39 τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα Ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. 

40 πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον ἔλεγον· οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· 

41 ἄλλοι ἔλεγον· οὗτός ἐστιν ὁ Χριστός· ἄλλοι ἔλεγον· μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; 

42 οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυῒδ καὶ ἀπὸ Βηθλέεμ τῆς κώμης, ὅπου ἦν Δαυῒδ, ὁ Χριστὸς ἔρχεται; 

43 σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι' αὐτόν. 

44 τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ' οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας. 

45 Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· διατί οὐκ ἠγάγετε αὐτόν; 

46 ἀπεκρίθησαν οἱ ὑπηρέται· οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. 

47 ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· μὴ καὶ ὑμεῖς πεπλάνησθε;

48 μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων; 

49 ἀλλ’ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοί εἰσι! 

50 λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτὸν, εἷς ὢν ἐξ αὐτῶν·

51 μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ' αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ; 

52 ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται.

1 Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν ἐλαιῶν· 

2 ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετο πρὸς αὐτόν· καὶ καθίσας ἐδίδασκεν αὐτούς.
 Πηγές: myriobiblos.gr
Καινὴ Διαθήκη, σελ. 404-406.

Ποῦ ἀνήκεις; 

Ὁ Χριστὸς τὴν τελευταία μέρα τῆς γιορτῆς  ὕψωσε τὴ φωνὴ Του καὶ εἶπε· «Ἐὰν τὶς διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω» (Ἰωάν. 7,37). Ὅποιος διψᾷ, ἂς ἔρθῃ σ' ἐμένα.

Ἀλήθεια! Μόνο κοντά στόν Χριστό ὑπάρχει ἡ ἱκανοποίηση καὶ ἡ ἀνάπαυσι τοῦ ἀνθρώπου. Πουθενὰ ἀλλοῦ ὁ ἄνθρωπος δὲν μπορεῖ νά σβήσῃ τὴ δίψα ποὺ αἰσθάνεται ἡ ψυχὴ γιὰ τὴν ἀλήθεια, τὴ δικαιοσύνη καὶ τὴν ἀγάπη, γιὰ ὅ,τι μεγάλο καὶ ὑψηλό...
                                                 
   ...Ἔτσι ἀπὸ τὴ διδασκαλία τοῦ Χριστοῦ σχηματίζονται δύο παρατάξεις. Ἡ μία εἶνε οἱ ἄνθρωποι ποὺ πιστεύουν στὸν Χριστό. Τὸν ἀκοῦνε καὶ ἀγωνίζονται νὰ ἐφαρμόσουν στὴ ζωή τους τὴ θεία Του διδασκαλία. 
Ἡ ἄλλη παράταξη εἶνε οἱ ἄνθρωποι ποὺ δὲν πιστεύουν στὸν Χριστό. Αὐτοὶ μὲ κάθε τρόπο προσπαθοῦν νὰ ξεφύγουν  ἀπὸ τὴν πνευματική Του ἐξουσία, νὰ κάνουν τὰ ἀντίθετα ἀπὸ ὅ,τι Ἐκεῖνος διατάζει.

Καὶ ἐπειδὴ ὁ σατανᾶς κυριαρχεῖ στὶς ψυχές τους, γι' αὐτὸ μισοῦν τὸν Χριστό...

   ...Δύο παρατάξεις! Σύ, ἀγαπητέ, πού ἀκοῦς τὰ λόγια αὐτά, σὲ ποιά κατηγορία ἀνήκεις; Εἶσαι φίλος ἤ ἐχθρὸς τοῦ Χριστοῦ; Ἕνα ἀπὸ τὰ δύο θὰ εἶσαι· ἢ πιστὸς ἢ ἄπιστος.

Εἴθε ἡ χάρις τοῦ παναγίου Πνεύματος, ποὺ γιορτάζουμε, νὰ μᾶς φωτίζῃ, ὥστε ν' ἀνήκουμε στὴν ἁγία παράταξι τῶν πιστῶν, καὶ πιστεύοντας εἰλικρινὰ στὸν Χριστὸ νὰ διακηρύττουμε κ' ἐμεῖς· «Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος» (ἔ.ἀ.). 

Ἐπίσκοπος Αὐγουστῖνος Καντιώτης 
Πηγή: Κυριακή, Ἐπισκόπου, Αὐγουστῖνου  Ν. Καντιώτου, «Ὁ Σταυρός», σελ. 57-60 (3 ἀποσπάσματα)